Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐν δὲ ταῖς μάχαις καὶ τοῖς ἀγῶσι μεγάλοις καὶ συχνοῖς γενομένοις πολλὰ καὶ τόλμης ἔργα καὶ προνοίας ἡγεμονικῆς ἀποδειξάμενος, ἐμφανέστατα δὲ τῷ κυκλώσασθαι καὶ περιβαλεῖν κατόπιν τοὺς πολεμίους τὴν νίκην τοῖς κατὰ στόμα παρασχών, ἀριστεῖα καὶ τιμὰς ἔλαβε πρεπούσας. οὐ διέλαθε δὲ τοὺς πολλοὺς οὐδὲ ἡ πρὸς Ἀρχέλαον αὐτοῦ τεθνηκότα φιλανθρωπία·

γεγονὼς γὰρ αὐτῷ συνήθης καὶ ξένος ἐπολέμει μὲν ἀναγκαίως ζῶντι, τὸ δὲ σῶμα πεσόντος ἐξευρὼν καὶ κοσμήσας βασιλικῶς ἐκήδευσεν. ἐπὶ τούτοις Ἀλεξανδρεῦσί τε πλεῖστον αὑτοῦ λόγον κατέλιπε, καὶ Ῥωμαίων τοῖς στρατευομένοις ἀνὴρ ἔδοξε λαμπρότατος εἶναι.

προσῆν δὲ καὶ μορφῆς ἐλευθέριον ἀξίωμα, καὶ πώγων τις οὐκ ἀγεννὴς καὶ πλάτος μετώπου καὶ γρυπότης μυκτῆρος ἐδόκει τοῖς γραφομένοις καὶ πλαττομένοις Ἡρακλέους προσώποις ἐμφερὲς ἔχειν τὸ ἀρρενωπόν. ἦν δὲ καὶ λόγος παλαιὸς

146
Ἡρακλείδας εἶναι τοὺς Ἀντωνίους, ἀπʼ Ἄντωνος, παιδὸς Ἡρακλέους, γεγονότας.