Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ Γαβίνιος ἀνὴρ ὑπατικὸς εἰς Συρίαν πλέων ἀνέπειθεν αὐτὸν ὁρμῆσαι πρὸς τὴν στρατείαν, ἰδιώτης μὲν οὐκ ἂν ἔφη συνεξελθεῖν, ἀποδειχθεὶς δὲ τῶν ἱππέων ἄρχων συνεστράτευε. καὶ πρῶτον μὲν ἐπʼ Ἀριστόβουλον Ἰουδαίους ὰφιστάντα πεμφθεὶς αὐτὸς μὲν ἐπέβη τοῦ μεγίστου τῶν ἐρυμάτων πρῶτος, ἐκεῖνον δὲ πάντων ἐξήλασεν· εἶτα μάχην συνάψας καὶ τρεψάμενος ὀλίγοις τοῖς σὺν αὑτῷ τοὺς ἐκείνου πολλαπλασίους ὄντας ἀπέκτεινε πλὴν ὀλίγων ἅπαντας· αὐτὸς δὲ μετὰ τοῦ παιδὸς Ἀριστόβουλος ἥλω.

μετὰ ταῦτα Γαβίνιον ἐπὶ μυρίοις ταλάντοις Πτολεμαίου πείθοντος εἰς Αἴγυπτον ἅμα συνεμβαλεῖν αὐτῷ καὶ τὴν βασιλείαν ἀναλαβεῖν, οἱ μὲν πλεῖστοι τῶν ἡγεμόνων ἠναντιοῦντο, καὶ Γαβίνιον δὲ ὄκνος τις εἶχε τοῦ πολέμου, καίπερ ἐξηνδραποδισμένον κομιδῆ τοῖς μυρίοις ταλάντοις, Ἀντώνιος δὲ καὶ πράξεων μεγάλων ἐφιέμενος καὶ τῷ Πτολεμαίῳ χαριζόμενος δεομένῳ συνέπεισε μὲν καὶ συνεξώρμησεν ἐπὶ τὴν στρατείαν τὸν Γαβίνιον,