Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐμοὶ μέντοι πειθόμενος πάντα διάμειψαι πρὸς ἀργύριον ἡμῖν· ἴσως γὰρ ἂν καὶ ποθήσειεν ὁ πατὴρ ἔνια τῶν παλαιῶν ὄντα καὶ σπουδαζομένων κατὰ τὴν τέχνην ἔργων. ταῦτα μὲν οὖν ἡμῖν ἔλεγεν ὁ πάππος ἑκάστοτε διηγεῖσθαι τὸν Φιλώταν.

ἡ δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχ, ὥσπερ ὁ Πλάτων φησί, τετραχῆ, πολλαχῆ δὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσα καὶ χάριν, διεπαιδαγώγει τὸν Ἀντώνιον οὔτε νυκτὸς οὔτε ἡμέρας ἀνιεῖσα. καὶ γὰρ συνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύκτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δημοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλανᾶτο καὶ συνήλυε θεραπαινιδίου στολὴν λαμβάνουσα καὶ γὰρ ἐκεῖνος οὕτως ἐπειρᾶτο σκευάζειν ἑαυτόν.

ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν

202
ἀπολαύσας ἐπανήρχετο· τοῖς δὲ πλείστοις ἦν δι’ ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδὲ ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς.