Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν γὰρ ἀμέλει τοιοῦτος ἐνίοις, τοῖς δὲ πολλοῖς ὠμηστὴς καὶ ἀγριώνιος. ἀφῃρεῖτο γὰρ εὐγενεῖς ἀνθρώπους τὰ ὄντα μαστιγίαις καὶ κόλαξι χαριζόμενος. πολλῶν δὲ καὶ ζώντων ὡς τεθνηκότων αἰτησάμενοί τινες οὐσίας ἔλαβον. ἀνδρὸς δὲ Μάγνητος οἶκον ἐδωρήσατο μαγείρῳ περὶ ἕν, ὡς λέγεται, δεῖπνον εὐδοκιμήσαντι.

τέλος δέ, ταῖς πόλεσι δεύτερον ἐπιβάλλοντος φόρον, ἐτόλμησεν Ὑβρέας ὑπὲρ τῆς Ἀσίας λέγων εἰπεῖν ἀγοραίως μὲν ἐκεῖνα καὶ πρὸς τὸν Ἀντωνίου ζῆλον οὐκ ἀηδῶς, εἰ δύνασαι δὶς λαβεῖν ἑνὸς ἐνιαυτοῦ φόρον, δύνασαι καὶ δὶς ἡμῖν ποιήσασθαι θέρος καὶ δὶς ὀπώραν, πρακτικῶς δὲ καὶ παραβόλως συναγαγὼν ὅτι μυριάδας εἴκοσι ταλάντων ἡ Ἀσία δέδωκε, ταῦτα, εἶπεν, εἰ μὲν οὐκ εἴληφας, ἀπαίτει παρὰ τῶν λαβόντων· εἰ δὲ λαβὼν οὐκ ἔχεις, ἀπολώλαμεν.

ἐτρέψατο τούτῳ δεινῶς τὸν Ἀντώνιον· ἠγνόει γὰρ τὰ πολλὰ τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὤν, ὡς δι’ ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν. ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς

190
ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας. μᾶλλόν γε μὴν ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον.

ἡ δὲ περὶ τὰς παιδιὰς καὶ τὰς ἐπισκώψεις ὕβρις ἐν αὑτῇ τὸ φάρμακον εἶχεν. ἀντισκῶψαι γὰρ ἐξῆν καὶ ἀνθυβρίσαι, καὶ γελώμενος οὐχ ἧττον ἢ γελῶν ἔχαιρε. καὶ τοῦτο διελυμήνατο τὰ πολλὰ τῶν πραγμάτων. τοὺς γὰρ ἐν τῷ παίζειν παρρησιαζομένους οὐκ ἂν οἰηθεὶς σπουδάζοντας κολακεύειν αὐτὸν ἡλίσκετο ῥᾳδίως ὑπὸ τῶν ἐπαίνων,