Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ γὰρ μόνον ἐπώλουν οὐσίας τῶν φονευομένων, ἐπισυκοφαντοῦντες οἰκείους καὶ γυναῖκας αὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος, ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοι παρθένοις παρακαταθήκας τινὰς κεῖσθαι καὶ ξένων καὶ πολιτῶν ἔλαβον ἐπελθόντες.

ὡς δὲ οὐδὲν ἦν ἱκανὸν Ἀντωνίῳ, Καῖσαρ ἠξίωσε νείμασθαι τὰ χρήματα πρὸς αὐτόν. ἐνείμαντο δὲ καὶ τὸν στρατόν, ἐπὶ Βροῦτον καὶ Κάσσιον εἰς Μακεδονίαν στρατεύοντες ἀμφότεροι, Λεπίδῳ δὲ τὴν Ῥώμην ἐπέτρεψαν.

ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλʼ Ἀντώνιος ἦν ὁ νικῶν πάντα καὶ κατορθῶν.