Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τέλος δὲ τῇ πρὸς τοὺς μισουμένους ὀργῇ καὶ συγγενῶν τιμὴν καὶ φίλων εὔνοιαν προέμενοι, Κικέρωνος μὲν Ἀντωνίῳ Καῖσαρ ἐξέστη, τούτῳ δὲ Ἀντώνιος Λευκίου Καίσαρος, ὃς ἦν θεῖος αὐτῷ πρὸς μητρός· ἐδόθη δὲ καὶ Λεπίδῳ Παῦλον ἀνελεῖν τὸν ἀδελφόν· οἱ δέ φασιν ἐκστῆναι τοῦ Παύλου τὸν Λέπιδον ἐκείνοις ἀποθανεῖν αὐτὸν αἰτησαμένοις.

οὐδὲν ὠμότερον οὐδὲ ἀγριώτερον τῆς διαμείψεως ταύτης δοκῶ γενέσθαι. φόνων γὰρ ἀντικαταλλασσόμενοι φόνους ὁμοίως μὲν οἷς ἐλάμβανον ἀνῄρουν οὓς ἐδίδοσαν, ἀδικώτεροι δὲ περὶ τοὺς φίλους ἦσαν, οὓς ἀπεκτίννυσαν μηδὲ μισοῦντες.

ἐπὶ δʼ οὖν ταῖς διαλλαγαῖς ταύταις οἱ στρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳ τινὶ

180
τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντα τὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς θυγατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶ τούτου τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθανατώθησαν ὑπʼ αὐτῶν·

Κικέρωνος δὲ σφαγέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφαλὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν, ᾗ τοὺς κατʼ αὐτοῦ λόγους ἔγραψε. καὶ κομισθέντων ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγχάζων ὑπὸ χαρᾶς πολλάκις· εἶτα ἐμπλησθεὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷ τεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος.

ὁ δὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶ διωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. ἡ δέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζομένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόα πολλάκις· οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύκιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴν τὸν αὐτοκράτορα τεκοῦσαν. ἐκείνη μὲν οὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσωσε τὸν ἀδελφόν.

ἦν δὲ καὶ τὰ πολλὰ Ῥωμαίοις ἐπαχθὴς ἡ τῶν τριῶν ἀρχή· καὶ τὸ πλεῖστον ὁ Ἀντώνιος τῆς αἰτίας εἶχε, πρεσβύτερος μὲν ὢν Καίσαρος, Λεπίδου δὲ δυνατώτερος, εἰς δὲ τὸν βίον ἐκεῖνον αὖθις τὸν ἡδυπαθῆ καὶ ἀκόλαστον, ὡς πρῶτον ἀνεχαίτισε τῶν πραγμάτων, ἐκκεχυμένος.

προσῆν δὲ τῇ κοινῇ κακοδοξίᾳ τὸ διὰ τὴν οἰκίαν οὐ μικρὸν μῖσος, ἣν ᾤκει, Πομπηΐου τοῦ Μεγάλου γενομένην, ἀνδρὸς οὐχ ἧττον ἐπὶ σωφροσύνῃ καὶ τῷ τεταγμένως καὶ δημοτικῶς διαιτᾶσθαι θαυμασθέντος

182
ἢ διὰ τοὺς τρεῖς θριάμβους. ἤχθοντο γὰρ ὁρῶντες αὐτὴν τὰ πολλὰ κεκλεισμένην μὲν ἡγεμόσι καὶ στρατηγοῖς καὶ πρέσβεσιν, ὠθουμένοις πρὸς ὕβριν ἀπὸ τῶν θυρῶν, μεστὴν δὲ μίμων καὶ θαυματοποιῶν καὶ κολάκων κραιπαλώντων, εἰς οὓς τὰ πλεῖστα κατανηλίσκετο τῶν χρημάτων τῷ βιαιοτάτῳ καὶ χαλεπωτάτῳ τρόπῳ ποριζομένων.

οὐ γὰρ μόνον ἐπώλουν οὐσίας τῶν φονευομένων, ἐπισυκοφαντοῦντες οἰκείους καὶ γυναῖκας αὐτῶν, οὐδὲ τελῶν πᾶν ἐκίνησαν γένος, ἀλλὰ καὶ παρὰ ταῖς Ἑστιάσι πυθόμενοι παρθένοις παρακαταθήκας τινὰς κεῖσθαι καὶ ξένων καὶ πολιτῶν ἔλαβον ἐπελθόντες.