Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ μεθʼ ἡμέρας ὀλίγας ἐνέπεσε λόγος ὡς ἐπιβουλεύοι Καῖσαρ αὐτῷ. Καῖσαρ δὲ ἀπελογεῖτο μέν, οὐκ ἔπειθε δέ· καὶ πάλιν ἦν ἐνεργὸς ἡ ἔχθρα, καὶ περιθέοντες ἀμφότεροι τὴν Ἰταλίαν τὸ μὲν ἱδρυμένον ἐν ταῖς κατοικίαις ἤδη τοῦ στρατιωτικοῦ μεγάλοις ἀνίστασαν μισθοῖς, τὸ δʼ ἐν ὅπλοις ἔτι τεταγμένον ὑποφθάνοντες ἀλλήλους προσήγοντο.

174

τῶν δʼ ἐν τῇ πόλει Κικέρων μέγιστον δυνάμενος, καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια, Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας Ἀντώνιον ἐκ τῆς Ἰταλίας. οὗτοι δὲ ἦσαν ὕπατοι τότε· καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου, τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δὲ ἀπέθανον.