Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ τοὺς εἰργασμένους ταῦτα καλῶν παλαμναίους καὶ ἀνδροφόνους, τοσοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις ὥστε τὸ

170
μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι, συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι.

διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆς πόλεως ἀπελθόντων οἵ τε φίλοι τοῦ Καίσαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, ἥ τε γυνὴ Καλπουρνία πιστεύσασα τῶν χρημάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκ τῆς οἰκίας, εἰς λόγον τὰ σύμπαντα τετρακισχιλίων ταλάντων.

ἔλαβε δὲ καὶ τὰ βιβλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματα τῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα· καὶ τούτοις παρεγγράφων οὓς ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδείκνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶ κατῆγε πεφυγαδευμένους καὶ καθειργμένους ἔλυεν, ὡς δὴ ταῦτα τῷ Καίσαρι δόξαντα.

διὸ τούτους ἅπαντας ἐπισκώπτοντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν· ἐλεγχόμενοι γὰρ εἰς τοὺς τοῦ νεκροῦ κατέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δὲ ἔπραττεν αὐτοκρατορικῶς ὁ Ἀντώνιος, αὐτὸς μὲν ὑπατεύων, τοὺς δὲ ἀδελφοὺς ἔχων συνάρχοντας, Γάϊον μὲν στρατηγόν, Λεύκιον δὲ δήμαρχον.

ἐνταῦθα δὲ τῶν πραγμάτων ὄντων ὁ νέος ἀφικνεῖται Καῖσαρ εἰς Ῥώμην, ἀδελφιδῆς μὲν ὢν τοῦ τεθνηκότος υἱός, ὡς εἴρηται, κληρονόμος δὲ τῆς οὐσίας ἀπολελειμμένος, ἐν Ἀπολλωνία δὲ διατρίβων ὑφʼ ὃν χρόνον ἀνῄρητο Καῖσαρ. οὗτος εὐθὺς Ἀντώνιον, ὡς δὴ πατρῷον φίλον, ἀσπασάμενος τῶν παρακαταθηκῶν ἐμέμνητο. καὶ γὰρ ὤφειλε Ῥωμαίων ἑκάστῳ δραχμὰς

172
ἑβδομήκοντα πέντε δοῦναι, Καίσαρος ἐν ταῖς διαθήκαις γράψαντος.

Ἀντώνιος δὲ τὸ μὲν πρῶτον ὡς μειρακίου καταφρονῶν ἔλεγεν οὐχ ὑγιαίνειν αὐτόν, ἀλλὰ καὶ φρενῶν ἀγαθῶν καὶ φίλων ἔρημον ὄντα φορτίον ἀβάστακτον αἴρεσθαι τὴν Καίσαρος διαδοχήν· μὴ πειθομένου δὲ τούτοις, ἀλλʼ ἀπαιτοῦντος τὰ χρήματα, πολλὰ καὶ λέγων πρὸς ὕβριν αὐτοῦ καὶ πράττων διετέλει. δημαρχίαν τε γὰρ ἐνέστη μετιόντι, καὶ δίφρον χρυσοῦν τοῦ πατρός, ὥσπερ ἐψήφιστο, τιθέντος ἠπείλησεν εἰς φυλακὴν ἀπάξειν, εἰ μὴ παύσαιτο δημαγωγῶν.