Antony

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ τὸ πέμπτον ἀπεδείχθη Καῖσαρ ὕπατος, προσείλετο μὲν εὐθὺς συνάρχοντα τὸν Ἀντώνιον, ἐβούλετο δὲ τὴν ἀρχὴν ἀπειπάμενος Δολοβέλλᾳ παρεγγυῆσαι· καὶ τοῦτο πρὸς τὴν σύγκλητον ἐξήνεγκεν. Ἀντωνίου δὲ τραχέως ἀντιπεσόντος καὶ πολλὰ μὲν εἰπόντος κακὰ Δολοβέλλαν, οὐκ ἐλάττονα δὲ ἀκούσαντος, τότε μὲν αἰσχυνθεὶς τὴν ἀκοσμίαν ὁ Καῖσαρ ἀπηλλάγη.

μετὰ δὲ ταῦτα προελθὼν ἀναγορεῦσαι τὸν Δολοβέλλαν, Ἀντωνίου τοὺς οἰωνοὺς ἐναντιοῦσθαι βοῶντος, εἶξε καὶ προήκατο Δολοβέλλαν ἀχθόμενον. ἐδόκει

164
δὲ κᾀκεῖνον οὐδὲν ἧττον τοῦ Ἀντωνίου βδελύττεσθαι. λέγεται γὰρ ὡς, ἀμφοτέρους τινὸς ὁμοῦ διαβάλλοντος πρὸς αὐτόν, εἴποι, μὴ δεδιέναι τοὺς παχεῖς τούτους καὶ κομήτας, ἀλλὰ τοὺς ὠχροὺς καὶ λεπτοὺς ἐκείνους, Βροῦτον καὶ Κάσσιον ἀποδεικνύμενος,[*](ἀποδεικνύμενος Coraës and Sintenis, after the Aldine edition; Bekker omits, with the MSS. In the Morals, p. 206 F, Plutarch has δείξας. ) ὑφʼ ὧν ἔμελλεν ἐπιβουλευθεὶς ἀναιρεῖσθαι.

κἀκείνοις δὲ τὴν εὐπρεπεστάτην πρόφασιν ἄκων παρεσχεν Ἀντώνιος. ἦν μὲν γὰρ ἡ τῶν Λυκαίων ἑορτὴ Ῥωμαίοις, ἣν Λουπερκάλια καλοῦσι, Καῖσαρ δὲ κεκοσμημένος ἐσθῆτι θριαμβικῇ καὶ καθήμενος ὑπὲρ βήματος ἐν ἀγορᾷ τοὺς διαθέοντας ἐθεᾶτο· διαθέουσι δὲ τῶν εὐγενῶν νέοι πολλοὶ καὶ τῶν ἀρχόντων, ἀληλιμμένοι λίπα, σκύτεσι λασίοις καθικνούμενοι μετὰ παιδιᾶς τῶν ἐντυγχανόντων.

ἐν τούτοις ὁ Ἀντώνιος διαθέων τὰ μὲν πάτρια χαίρειν εἴασε, διάδημα δὲ δάφνης στεφάνῳ περιελίξας προσέδραμε τῷ βήματι, καὶ συνεξαρθεὶς ὑπὸ τῶν συνθεόντων ἐπέθηκε τῇ κεφαλῇ τοῦ Καίσαρος, ὡς δὴ βασιλεύειν αὐτῷ προσῆκον. ἐκείνου δὲ θρυπτομένου καὶ διακλίνοντος ἡσθεὶς ὁ δῆμος ἀνεκρότησε·

καὶ πάλιν ὁ Ἀντώνιος ἐπῆγε, καὶ πάλιν ἐκεῖνος ἀπετρίβετο. καὶ πολὺν χρόνον οὕτω διαμαχομένων Ἀντωνίῳ μὲν ὀλίγοι τῶν φίλων βιαζομένῳ, Καίσαρι δὲ ἀρνουμένῳ πᾶς ὁ δῆμος ἐπεκρότει μετὰ βοῆς· ὃ καὶ θαυμαστὸν ἦν, ὅτι τοῖς ἔργοις τὰ τῶν βασιλευομένων ὑπομένοντες τοὔνομα τοῦ βασιλέως ὡς κατάλυσιν τῆς ἐλευθερίας

166
ἔφευγον.

ἀνέστη μὲν οὖν ὁ Καῖσαρ ἀχθεσθεὶς ἀπὸ τοῦ βήματος, καὶ τὸ ἱμάτιον ἀπάγων ἀπὸ τοῦ τραχήλου τῷ βουλομένῳ παρέχειν τὴν σφαγὴν ἐβόα. τὸν δὲ στέφανον ἑνὶ τῶν ἀνδριάντων αὐτοῦ περιτεθέντα δήμαρχοί τινες κατέσπασαν, οὓς ὁ δῆμος εὐφημῶν μετὰ κρότου παρείπετο, Καῖσαρ δὲ τῆς ἀρχῆς ἀπέστησεν.