Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀναρρηθέντων δὲ τούτων οἱ μὲν πολλοὶ παραχρῆμα τὰς ἀσπίδας θέμενοι πρὸ τῶν ποδῶν ἀνεκρότησαν καὶ βοῶντες ἐκέλευον ἀποβαίνειν τὸν Δημήτριον, εὐεργέτην καὶ σωτῆρα προσαγορεύοντες· οἱ δὲ περὶ τὸν Φαληρέα πάντως μὲν ᾤοντο δεῖν δέχεσθαι τὸν κρατοῦντα, κἂν μηδὲν ὧν ἐπαγγέλλεται μέλλῃ βεβαιοῦν, ὅμως δὲ πρέσβεις δεομένους[*](δεομένους Bekker has δεησομένους, after Coraës.) ἀπέστειλαν, οἷς ὁ Δημήτριος ἐντυχὼν φιλανθρώπως συνέπεμψε παρʼ ἑαυτοῦ τῶν πατρῴων φίλων τὸν Μιλήσιον Ἀριστόδημον.

τοῦ δὲ Φαληρέως διὰ τὴν μεταβολὴν τῆς πολιτείας μᾶλλον τοὺς πολίτας ἢ τοὺς πολεμίους δεδοικότος, οὐκ ἠμέλησεν ὁ Δημήτριος, ἀλλὰ καὶ τὴν δόξαν

22
αἰδεσθεὶς καὶ τὴν ἀρετὴν τοῦ ἀνδρὸς εἰς Θήβας αὐτόν, ὥσπερ ἐβούλετο, μετὰ ἀσφαλείας συνεξέπεμψεν. αὐτὸς δὲ τὴν μὲν πόλιν, οὐκ ἂν ἔφη, καίπερ ἐπιθυμῶν, ἰδεῖν πρότερον ἢ παντάπασιν ἐλευθερῶσαι τῆς φρουρᾶς ἀπαλλάξας· τῇ δὲ Μουνυχίᾳ χαράκωμα καὶ τάφρον περιβαλὼν διὰ μέσου, Μεγάροις ἐπέπλευσεν ὑπὸ Κασάνδρου φρουρουμένοις.

πυθόμενος δὲ τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος γενομένην γυναῖκα Κρατησίπολιν ἐν Πάτραις διατρίβουσαν οὐκ ἂν ἀηδῶς γενέσθαι μετʼ αὐτοῦ, περιβόητον οὖσαν ἐπὶ κάλλει, καταλιπὼν τὴν δύναμιν ἐν τῇ Μεγαρικῇ προῆλθεν εὐζώνους τινὰς ἔχων σὺν αὑτῷ. καὶ τούτων πάλιν ἀποστρέψας ἀπεσκήνωσε χωρὶς ὑπὲρ τοῦ λαθεῖν τὴν γυναῖκα συνελθοῦσαν αὐτῷ.

τοῦτό τινες αἰσθόμενοι τῶν πολεμίων ἐξαίφνης κατέδραμον ἐπʼ αὐτόν. ὁ δὲ φοβηθεὶς καὶ λαβὼν χλαμύδιον εὐτελὲς δρόμῳ φεύγων ἐξέφυγεν, ὀλίγου δεήσας αἰσχίστην ἅλωσιν ἐξ ἀκρασίας ἁλῶναι. τὴν δὲ σκηνὴν μετὰ τῶν χρημάτων ᾤχοντο λαβόντες οἱ πολέμιοι.

τῶν δὲ Μεγάρων ἁλόντων καὶ τῶν στρατιωτῶν ἐφʼ ἁρπαγὴν τραπομένων Ἀθηναῖοι παρῃτήσαντο πολλῇ δεήσει τοὺς Μεγαρεῖς· καὶ τὴν φρουρὰν ὁ Δημήτριος ἐκβαλὼν ἠλευθέρωσε τὴν πόλιν. ἔτι δὲ τοῦτο πράττων τοῦ φιλοσόφου Στίλπωνος ἐμνήσθη, δόξαν ἔχοντος ἀνδρὸς ᾑρημένου πως ἐν ἡσυχίᾳ καταβιῶναι. μεταπεμψάμενος οὖν αὐτὸν ἠρώτα μή τις εἴληφέ τι τῶν ἐκείνου. καὶ ὁ Στίλπων, οὐδείς, εἶπεν· οὐδένα γὰρ εἶδον ἐπιστάμαν ἀποφέροντα.

τῶν δὲ θεραπόντων

24
σχεδὸν ἁπάντων διακλαπέντων, ἐπεὶ πάλιν αὐτὸν ὁ Δημήτριος ἐφιλοφρονεῖτο καὶ τέλος ἀπαλλαττόμενος εἶπεν· ἐλευθέραν ὑμῶν, ὦ Στίλπων, ἀπολείπω τὴν πόλιν, ὀρθῶς, ἔφη, λέγεις· οὐδένα γὰρ ἁμῶν δοῦλον ἀπολέλοιπας.