Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ἀντίγονος δὲ τὴν μάχην πυθόμενος Πτολεμαῖον μὲν ἀγενείους νενικηκότα ἔφη νῦν αὖθις διαγωνιεῖσθαι πρὸς ἄνδρας, τοῦ δὲ υἱοῦ τὸ φρόνημα καθελεῖν καὶ κολοῦσαι μὴ βουλόμενος οὐκ ἐνέστη πάλιν αἰτουμένῳ μάχεσθαι καθʼ αὑτόν, ἀλλʼ ἀφῆκε. καὶ μετʼ οὐ πολὺν χρόνον ἀφῖκτο Κίλλης, Πτολεμαίου στρατηγός, μετὰ λαμπρᾶς δυνάμεως, ὡς ἐξελάσων Συρίας Δημήτριον ἁπάσης, τῷ προηττῆσθαι καταφρονούμενον.

ὁ δʼ ἐξαίφνης ἐπιπεσὼν οὐ προαισθομένῳ καὶ φοβήσας ἔλαβεν αὐτῷ στρατηγῷ τὸ στρατόπεδον· καὶ στρατιώτας μὲν ἑπτακισχιλίους ζῶντας εἷλε, χρημάτων δὲ παμπόλλων ἐκυρίευσεν. ἔχαιρε δὲ νικήσας οὐχ οἷς ἕξειν, ἀλλʼ οἷς ἀποδώσειν

16
ἔμελλε, καὶ τῆς νίκης οὐ τὸν πλοῦτον οὕτως οὐδὲ τὴν δόξαν, ὡς τὴν διάλυσιν τοῦ φιλανθρωπεύματος ἐκείνου καὶ τὴν χάριν ἠγάπησεν.

οὐ μὴν αὐτογνωμόνως ταῦτα ἔπραξεν, ἀλλʼ ἔγραψε τῷ πατρί. δόντος δʼ ἐκείνου καὶ κελεύσαντος ὃν βούλεται πᾶσι χρήσασθαι τρόπον, αὐτόν τε τὸν Κίλλην καὶ φίλους αὐτοῦ δωρησάμενος ἀφθόνως ἀπέπεμψε. τοῦτο τὸ πάθος Συρίας ἐξήλασε Πτολεμαῖον, Ἀντίγονον δὲ κατήγαγεν ἐκ Κελαινῶν χαίροντα τῇ νίκῃ καὶ ποθοῦντα θεάσασθαι τὸν υἱόν.