Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δὲ Δημήτριος, ὡς ἐν ἀρχῇ τὴν τύχην προσπεσοῦσαν ὑπέμεινε, καὶ ῥᾷον ἤδη φέρειν εἰθίζετο τὰ παρόντα, πρῶτον μὲν ἁμῶς γέ πως ἐκίνει τὸ σῶμα, θήρας, ἐφʼ ὅσον ἦν, καὶ δρόμων ἁπτόμενος, ἔπειτα κατὰ μικρὸν ὄκνου πρὸς αὐτὰ καὶ νωθείας ἐπίμπλατο, καὶ φέρων ἑαυτὸν εἰς πότους καὶ κύβους κατέβαλε καὶ τοῦ χρόνου τὸν πλεῖστον ἐν τούτοις διῆγεν,

εἴτε τοὺς ἐν τῷ νήφειν ἀναλογισμοὺς τῶν παρόντων ἀποδιδράσκων καὶ παρακαλυπτόμενος τῇ μέθῃ τὴν διάνοιαν, εἴτε συγγνοὺς ἑαυτῷ τοῦτον εἶναι τὸν βίον, ὃν ἔκπαλαι ποθῶν καὶ διώκων ἄλλως ὑπʼ ἀνοίας καὶ κενῆς δόξης ἐπλάζετο καὶ πολλὰ μὲν ἑαυτῷ, πολλὰ δὲ ἑτέροις πράγματα παρεῖχεν, ἐν ὅπλοις καὶ στόλοις καὶ στρατοπέδοις τὸ ἀγαθὸν ζητῶν, ὃ νῦν ἐν ἀπραγμοσύνῃ καὶ σχολῇ καὶ ἀναπαύσει

132
μὴ προσδοκήσας ἀνεύρηκε.

τί γὰρ ἄλλο τῶν πολέμων καὶ τῶν κινδύνων πέρας ἐστὶ τοῖς φαύλοις βασιλεῦσι, κακῶς καὶ ἀνοήτως διακειμένοις, οὐχ ὅτι μόνον τρυφὴν καὶ ἡδονὴν ἀντὶ τῆς ἀρετῆς καὶ τοῦ καλοῦ διώκουσιν, ἀλλʼ ὅτι μηδὲ ἥδεσθαι μηδὲ τρυφᾶν ὡς ἀληθῶς ἴσασιν; ὁ δʼ οὖν Δημήτριος ἔτος τρίτον ἐν τῇ Χερρονήσῳ καθειργμένος ὑπʼ ἀργίας καὶ πλησμονῆς καὶ οἴνου νοσήσας ἀπέθανεν, ἔτη τέσσαρα καὶ πεντήκοντα βεβιωκώς.

καὶ Σέλευκος ἤκουσέ τε κακῶς καὶ μετενόησεν οὐ μετρίως ἐν ὑποψίᾳ τὸν Δημήτριον θέμενος τότε, καὶ μηδὲ Δρομιχαίτην, ἄνδρα βάρβαρον Θρᾷκα, μιμησάμενος οὕτω φιλανθρώπως καὶ βασιλικῶς ἁλόντι Λυσιμάχῳ χρησάμενον.