Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο. Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπʼ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν.

ὡς δὲ ἔγνω μηδὲ ἐκείνης τῆς ἡμέρας ἐφόδιον ἔχοντας αὐτούς, ἐπʼ ἄλλων ἐγένετο λογισμῶν. εἶτα μέντοι Σωσιγένης ἐπῆλθεν, ἑταῖρος αὐτοῦ, χρυσοῦς τετρακοσίους ὑπεζωσμένος· καὶ ἀπὸ τούτων ἐλπίζοντες ἄχρι θαλάσσης διαγενήσεσθαι, πρὸς τὰς ὑπερβολὰς ἐχώρουν σκοταῖοι. πυρῶν δὲ καιομένων πρὸς αὐταῖς πολεμίων ἀπογνόντες ἐκείνην τὴν ὁδὸν αὖθις ἀνεχώρησαν εἰς τὸν αὐτὸν τόπον, οὔτε πάντες (ἔνιοι γὰρ ἀπέδρασαν) οὔτε ὁμοίως οἱ παραμένοντες πρόθυμοι·

τολμήσαντος δέ τινος εἰπεῖν τι, ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι

126
Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθʼ ἑαυτόν.

ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σώζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθ ρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητὰς σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε, καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς.