Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων ὑποστὰς τροπὴν

122
ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.

ἀπέστρεψε μὲν γὰρ τὴν παρὰ Λυσιμάχου βοήθειαν ἀπιστῶν καὶ φοβούμενος, αὐτὸς δὲ καθʼ ἑαυτὸν ὤκνει τῷ Δημητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴν ἀεὶ μεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς μεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος μέντοι βαρεῖα τὸν Δημήτριον ἐν τούτῳ καταλαβοῦσα τό τε σῶμα δεινῶς ἐκάκωσε καὶ τὰ πράγματα παντάπασι διέφθειρεν. οἱ μὲν γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεμίους, οἱ δὲ διερρύησαν αὐτοῦ τῶν στρατιωτῶν.

μόλις δὲ ἐν ἡμέραις τεσσαράκοντα ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβών, καὶ ὁρμήσας, ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμίους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀμανὸν ὑπερβαλὼν ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς.

ἐπιφανέντος δὲ τοῦ Σελεύκου καὶ ποιουμένου τὰς καταλύσεις ἐγγύς, ἀναστήσας ὁ Δημήτριος τὸ στράτευμα νυκτὸς ἐβάδιζεν ἐπʼ αὐτὸν ἀγνοοῦντα μέχρι πολλοῦ καὶ κοιμώμενον. αὐτομόλων δέ τινων παραγενομένων καὶ φρασάντων τὸν κίνδυνον, ἐκπλαγεὶς καὶ ἀναπηδήσας ἐκέλευσε σημαίνειν, ἅμα τὰς κρηπῖδας ὑποδούμενος καὶ βοῶν πρὸς τοὺς ἑταίρους ὡς θηρίῳ δεινῷ συμπέπλεκται. Δημήτριος δὲ τῷ θορύβῳ τῶν πολεμίων αἰσθόμενος ὅτι μεμήνυται, κατὰ

124
τάχος ἀπῆγεν.

ἅμα δʼ ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν, ἤδη ποτὲ συμφρονήσαντας ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν.