Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόμενος, ὥσπερ θηρίον, ὁ Δημήτριος κύκλῳ καὶ περιβαλλόμενος, ὑπʼ ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συμπλεκόμενος ἀεὶ πλέον εἶχε.

καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων ὑποστὰς τροπὴν

122
ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.

ἀπέστρεψε μὲν γὰρ τὴν παρὰ Λυσιμάχου βοήθειαν ἀπιστῶν καὶ φοβούμενος, αὐτὸς δὲ καθʼ ἑαυτὸν ὤκνει τῷ Δημητρίῳ συνάψαι, δεδιὼς τὴν ἀπόνοιαν αὐτοῦ καὶ τὴν ἀεὶ μεταβολὴν ἐκ τῶν ἐσχάτων ἀποριῶν τὰς μεγίστας εὐτυχίας ἐπιφέρουσαν. νόσος μέντοι βαρεῖα τὸν Δημήτριον ἐν τούτῳ καταλαβοῦσα τό τε σῶμα δεινῶς ἐκάκωσε καὶ τὰ πράγματα παντάπασι διέφθειρεν. οἱ μὲν γὰρ ἀπεχώρησαν πρὸς τοὺς πολεμίους, οἱ δὲ διερρύησαν αὐτοῦ τῶν στρατιωτῶν.

μόλις δὲ ἐν ἡμέραις τεσσαράκοντα ῥαΐσας καὶ τοὺς ὑπολοίπους ἀναλαβών, καὶ ὁρμήσας, ὅσον ἰδεῖν καὶ δοξάσαι τοὺς πολεμίους, ἐπὶ Κιλικίας, εἶτα νυκτὸς ἄνευ σάλπιγγος ἄρας ἐπὶ θάτερα καὶ τὸν Ἀμανὸν ὑπερβαλὼν ἐπόρθει τὴν κάτω χώραν ἄχρι τῆς Κυρρηστικῆς.