Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπελθὼν Πατροκλῆς,

120
ἀνὴρ συνετὸς εἶναι δοκῶν καὶ Σελεύκῳ φίλος πιστός, οὐ τὸ τῆς δαπάνης ἔφη πλεῖστον εἶναι τῶν Δημητρίου στρατιωτῶν τρεφομένων, ἀλλʼ ἐνδιατρίβοντα τῇ χώρᾳ Δημήτριον οὐ καλῶς περιορᾶν αὐτόν, ὃς ἀεὶ βιαιότατος ὢν καὶ μεγαλοπραγμονέστατος βασιλέων νῦν ἐν τύχαις γέγονεν αἳ καὶ τοὺς φύσει μετρίους ἐξάγουσι τολμᾶν καὶ ἀδικεῖν.

ἐκ τούτου παροξυνθεὶς ὁ Σέλευκος ἐξώρμησεν εἰς Κιλικίαν μετὰ πολλῆς δυνάμεως. ὁ δὲ Δημήτριος ἐκπλαγεὶς τῇ δι’ ὀλίγου μεταβολῇ τοῦ Σελεύκου καὶ φοβηθείς, ὑπέστειλε τοῖς ὀχυρωτάτοις τοῦ Ταύρου, καὶ διαπεμπόμενος ἠξίου μάλιστα μὲν αὐτὸν περιϊδεῖν τῶν αὐτονόμων τινὰ βαρβάρων κτησάμενον ἀρχήν, ἐν ᾗ καταβιώσεται πλάνης καὶ φυγῆς παυσάμενος, εἰ δὲ μή, τὸν χειμῶνα διαθρέψαι τὴν δύναμιν αὐτόθι, καὶ μὴ πάντων ἐνδεᾶ καὶ γυμνὸν ἐξελαύνειν καὶ προβάλλειν τοῖς πολεμίοις.

ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόμενος, ὥσπερ θηρίον, ὁ Δημήτριος κύκλῳ καὶ περιβαλλόμενος, ὑπʼ ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συμπλεκόμενος ἀεὶ πλέον εἶχε.

καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων ὑποστὰς τροπὴν

122
ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.