Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ ἅπαξ ὥσπερ εἰς ὁδὸν βασιλικὴν τὴν ἐλπίδα κατέστη καὶ συνίστατο πάλιν σῶμα καὶ σχῆμα περὶ αὑτὸν ἀρχῆς, Θηβαίοις μὲν ἀπέδωκε τὴν πολιτείαν, Ἀθηναῖοι δὲ ἀπέστησαν αὐτοῦ. καὶ τόν τε Δίφιλον, ὃς ἦν ἱερεὺς τῶν Σωτήρων ἀναγεγραμμένος, ἐκ τῶν ἐπωνύμων ἀνεῖλον, ἄρχοντας αἱρεῖσθαι πάλιν, ὥσπερ ἦν πάτριον, ψηφισάμενοι, τόν τε Πύρρον ἐκ Μακεδονίας μετεπεμποντο,

116
μᾶλλον ἢ προσεδόκησαν ἰσχύοντα τὸν Δημήτριον ὁρῶντες.

ὁ δὲ ὀργῇ μὲν ἐπῆλθεν αὐτοῖς καὶ πολιορκίαν περὶ τὸ ἄστυ συνεστήσατο καρτεράν, Κράτητος δὲ τοῦ φιλοσόφου πεμφθέντος ὑπὸ τοῦ δήμου πρὸς αὐτόν, ἀνδρὸς ἐνδόξου καὶ δυνατοῦ, τὰ μὲν οἷς ὑπὲρ τῶν Ἀθηναίων ἐδεῖτο πεισθείς, τὰ δὲ ἐξ ὧν ἐδίδασκε περὶ τῶν ἐκείνῳ συμφερόντων νοήσας ἔλυσε τὴν πολιορκίαν, καὶ συναγαγὼν ὅσαι νῆες ἦσαν αὐτῷ, καὶ στρατιώτας μυρίους καὶ χιλίους σὺν ἱππεῦσιν ἐμβιβάσας, ἐπὶ τὴν Ἀσίαν ἔπλει, Λυσιμάχου Καρίαν καὶ Λυδίαν ἀποστήσων.

δέχεται δὲ αὐτὸν Εὐρυδίκη περὶ Μίλητον, ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου. ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος.

ἔλαβε δὲ καὶ Σάρδεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐτὸν χρήματα καὶ στρατιὰν κομίζοντες. ἐπερχομένου δὲ Ἀγαθοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκώς, ἄνπερ Ἀρμενίας ἐπιλάβηται, Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων.

ἑπομένου δὲ Ἀγαθοκλέους ἐν ταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲ

118
καὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶ τοῖς στρατιώταις δι’ ὑποψίας ἦν ὡς ἐπʼ Ἀρμενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλλον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γενομένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος[*](Sophocles, Oedipus Coloneus, 1 f. (Ἀντιγόνη). ) ἀρχὴν μικρὸν παραλλάξας·
  1. τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου· τίνας
  2. χώρους ἀφίγμεθα;