Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε

108
πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη, ἀλλʼ ὕστερον τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας.

ἀλλὰ θέαν μόνην ἐκείνη παρέσχε· καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημητρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρεῖχον.

αἰρομένης οὖν τοσαύτης δυνάμεως ἐπὶ τὴν Ἀσίαν ὅσην μετʼ Ἀλέξανδρον οὐδεὶς ἔσχε πρότερον, οἱ τρεῖς συνέστησαν ἐπὶ τὸν Δημήτριον, Σέλευκος, Πτολεμαῖος, Λυσίμαχος· ἔπειτα κοινῇ πρὸς Πύρρον ἀποστείλαντες ἐκέλευον ἐξάπτεσθαι Μακεδονίας καὶ μὴ νομίζειν σπονδὰς αἷς Δημήτριος οὐκ ἐκείνῳ τὸ μὴ πολεμεῖσθαι δέδωκεν, ἀλλʼ εἴληφεν ἑαυτῷ τὸ πολεμεῖν οἷς βούλεται πρότερον.