Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ δʼ οὖν Δημήτριος ἐπισφαλέστατα νοσήσας ἐν Πέλλῃ μικροῦ τότε Μακεδονίαν ἀπέβαλε, καταδραμόντος ὀξέως Πύρρου καὶ μέχρις Ἐδέσσης προελθόντος. ἅμα δὲ τῷ κουφότερος γενέσθαι πάνυ ῥᾳδίως ἐξελάσας αὐτὸν ἐποιήσατό τινας ὁμολογίας, οὐ βουλόμενος ἐμποδὼν ὄντι συνεχῶς προσπταίων καὶ τοπομαχῶν ἧττον εἶναι πρὸς οἷς διενοεῖτο.

διενοεῖτο δὲ οὐθὲν ὀλίγον, ἀλλὰ πᾶσαν ἀναλαμβάνειν τὴν ὑπὸ τῷ πατρὶ γενομένην ἀρχήν. καὶ τῆς ἐλπίδος ταύτης καὶ τῆς ἐπιβολῆς οὐκ ἀπελείπετο τὰ τῆς παρασκευῆς, ἀλλὰ στρατιᾶς μὲν ἤδη συνετέτακτο πεζῆς μυριάδας δέκα δισχιλίων ἀνδρῶν ἀποδεούσας, καὶ χωρὶς ἱππέας ὀλίγῳ δισχιλίων καὶ μυρίων ἐλάττους.

στόλον δὲ νεῶν ἅμα πεντακοσίων καταβαλλόμενος τὰς μὲν ἐν Πειραιεῖ τρόπεις ἔθετο, τὰς δὲ ἐν Κορίνθῳ, τὰς δὲ ἐν Χαλκίδι, τὰς δὲ περὶ Πέλλαν, αὐτὸς ἐπιὼν ἑκασταχόσε καὶ διδάσκων ἃ χρὴ καὶ συντεχνώμενος, ἐκπληττομένων ἁπάντων οὐ τὰ πλήθη μόνον, ἀλλὰ καὶ τὰ μεγέθη τῶν ἔργων.

οὐδεὶς γὰρ εἶδεν ἀνθρώπων οὔτε

108
πεντεκαιδεκήρη ναῦν πρότερον οὔτε ἑκκαιδεκήρη, ἀλλʼ ὕστερον τεσσαρακοντήρη Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐναυπηγήσατο, μῆκος διακοσίων ὀγδοήκοντα πηχῶν, ὕψος δὲ ἕως ἀκροστολίου πεντήκοντα δυεῖν δεόντων, ναύταις δὲ χωρὶς ἐρετῶν ἐξηρτυμένην τετρακοσίοις, ἐρέταις δὲ τετρακισχιλίοις, χωρὶς δὲ τούτων ὁπλίτας δεχομένην ἐπί τε τῶν παρόδων καὶ τοῦ καταστρώματος ὀλίγῳ τρισχιλίων ἀποδέοντας.

ἀλλὰ θέαν μόνην ἐκείνη παρέσχε· καὶ μικρὸν ὅσον διαφέρουσα τῶν μονίμων οἰκοδομημάτων, φανῆναι πρὸς ἐπίδειξιν, οὐ χρείαν, ἐπισφαλῶς καὶ δυσέργως ἐκινήθη. τῶν δὲ Δημητρίου νεῶν οὐκ ἦν τὸ καλὸν ἀναγώνιστον, οὐδὲ τῷ περιττῷ τῆς κατασκευῆς ἀπεστεροῦντο τὴν χρείαν, ἀλλὰ τὸ τάχος καὶ τὸ ἔργον ἀξιοθεατότερον τοῦ μεγέθους παρεῖχον.