Demetrius
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
καὶ τοῦτο μάλιστα Δημήτριον ἐκάκωσεν· οὐ γὰρ οὕτω μισηθεὶς ὁ Πύρρος ἀφʼ ὧν ἔπραξεν ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα τε καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δὲ ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.
ἦν δὲ ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶ τὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶ διαδούμενον περιττῶς καυσίαις διμίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συμπεπιλημένης χρυσοβαφεῖς πεποιημένον ἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλανὶς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, εἴκασμα τοῦ κόσμου καὶ τῶν κατʼ οὐρανὸν φαινομένων·
ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.