Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ τούτῳ συνέπεσε. τῶν δὲ Πυθίων καθηκόντων πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, ὃς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.

ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν καὶ μήτε αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τε ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπʼ Αἰτωλούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπὼν ἐπὶ Πύρρον αὐτὸς ἐχώρει καὶ Πύρρος ἐπʼ ἐκεῖνον·

ἀλλήλων δὲ διαμαρτόντες, ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν[*](In 290 B.C. The siege lasted nearly a year.)

102
πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δὲ ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους.

καὶ τοῦτο μάλιστα Δημήτριον ἐκάκωσεν· οὐ γὰρ οὕτω μισηθεὶς ὁ Πύρρος ἀφʼ ὧν ἔπραξεν ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ χειρὶ κατεργάσασθαι, μέγα τε καὶ λαμπρὸν ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς Μακεδόσι· καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δὲ ἄλλοι, καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.

ἦν δὲ ὡς ἀληθῶς τραγῳδία μεγάλη περὶ τὸν Δημήτριον, οὐ μόνον ἀμπεχόμενον καὶ διαδούμενον περιττῶς καυσίαις διμίτροις καὶ χρυσοπαρύφοις ἁλουργίσιν, ἀλλὰ καὶ περὶ τοῖς ποσὶν ἐκ πορφύρας ἀκράτου συμπεπιλημένης χρυσοβαφεῖς πεποιημένον ἐμβάδας. ἦν δέ τις ὑφαινομένη χλανὶς αὐτῷ πολὺν χρόνον, ἔργον ὑπερήφανον, εἴκασμα τοῦ κόσμου καὶ τῶν κατʼ οὐρανὸν φαινομένων·

ὃ κατελείφθη μὲν ἡμιτελὲς ἐν τῇ μεταβολῇ τῶν πραγμάτων, οὐδεὶς δὲ ἐτόλμησεν αὐτῇ χρήσασθαι, καίπερ οὐκ ὀλίγων ὕστερον ἐν Μακεδονίᾳ σοβαρῶν γενομένων βασιλέων.