Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὥρμησεν ἐπʼ ἐκεῖνον. ὀξέως δὲ φυγόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν.

τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων καὶ τοῦ Δημητρίου πολλάκις φιλονεικίας ἕνεκα μᾶλλον ἢ χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ ὀλίγους καὶ περιπαθῶν, τί, ὦ πάτερ, ἔφη, παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν; ὁ δὲ παροξυνθείς, σὺ δέ, ἔφη, τί δυσχεραίνεις; ἢ διάμετρον ὀφείλεις τοῖς ἀποθνήσκουσιν;

οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ

100
συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ. καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλὰ εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινας ἀφῆκε τοὺς ἄλλους.