Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐκτὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παραβαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρθέντες οἱ Βοιωτοί, καὶ Πίσιδος ἅμα τοῦ Θεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμει τότε, συμπαρορμῶντος αὐτούς, ἀπέστησαν.

ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα, καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πίσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς

98
πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν.

οὐ πολλῷ δὲ ὕστερον ἁλίσκεται Λυσίμαχος ὑπὸ Δρομιχαίτοῦ· καὶ πρὸς τοῦτο Δημητρίου κατὰ τάχος ἐξορμήσαντος ἐπὶ Θρᾴκην, ὥσπερ ἔρημα[*](ἔρημα Bekker adopts Reiske’s correction to εὕρημα (treasure-trove).) καταληψομένου, πάλιν ἀπέστησαν οἱ Βοιωτοί, καὶ Λυσίμαχος ἅμα διειμένος ἀπηγγέλλετο. ταχέως οὖν καὶ πρὸς ὀργὴν ἀναστρέψας ὁ Δημήτριος εὗρεν ἡττημένους ὑπὸ τοῦ παιδὸς Ἀντιγόνου μάχῃ τοὺς Βοιωτούς, καὶ τὰς Θήβας αὖθις ἐπολιόρκει.

Πύρρου δὲ Θεσσαλίαν κατατρέχοντος καὶ μέχρι Θερμοπυλῶν παραφανέντος, Ἀντίγονον ἐπὶ τῆς πολιορκίας ἀπολιπὼν αὐτὸς ὥρμησεν ἐπʼ ἐκεῖνον. ὀξέως δὲ φυγόντος, ἐν Θεσσαλίᾳ καταστήσας μυρίους ὁπλίτας καὶ χιλίους ἱππεῖς, αὖθις ἐνέκειτο ταῖς Θήβαις καὶ προσῆγε τὴν λεγομένην ἑλέπολιν, πολυπόνως καὶ κατὰ μικρὸν ὑπὸ βρίθους καὶ μεγέθους μοχλευομένην, ὡς μόλις ἐν δυσὶ μησὶ δύο σταδίους προελθεῖν.

τῶν δὲ Βοιωτῶν ἐρρωμένως ἀμυνομένων καὶ τοῦ Δημητρίου πολλάκις φιλονεικίας ἕνεκα μᾶλλον ἢ χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ ὀλίγους καὶ περιπαθῶν, τί, ὦ πάτερ, ἔφη, παραναλισκομένους οὐκ ἀναγκαίως τούτους περιορῶμεν; ὁ δὲ παροξυνθείς, σὺ δέ, ἔφη, τί δυσχεραίνεις; ἢ διάμετρον ὀφείλεις τοῖς ἀποθνήσκουσιν;

οὐ μὴν ἀλλὰ καὶ βουλόμενός γε μὴ δοκεῖν ἑτέρων ἀφειδεῖν μόνον, ἀλλὰ καὶ

100
συγκινδυνεύειν τοῖς μαχομένοις, διελαύνεται τὸν τράχηλον ὀξυβελεῖ. καὶ δεινῶς μὲν ἔσχεν, οὐ μὴν ἀνῆκεν, ἀλλὰ εἷλε τὰς Θήβας πάλιν. καὶ παρελθὼν ἀνάτασιν μὲν καὶ φόβον ὡς τὰ δεινότατα πεισομένοις παρέσχεν, ἀνελὼν δὲ τρισκαίδεκα καὶ μεταστήσας τινας ἀφῆκε τοὺς ἄλλους.

ταῖς μὲν οὖν Θήβαις οὔπω δέκατον οἰκουμέναις ἔτος ἁλῶναι δὶς ἐν τῷ χρόνῳ τούτῳ συνέπεσε. τῶν δὲ Πυθίων καθηκόντων πρᾶγμα καινότατον ἐπέτρεψεν αὑτῷ ποιεῖν ὁ Δημήτριος. ἐπεὶ γὰρ Αἰτωλοὶ τὰ περὶ Δελφοὺς στενὰ κατεῖχον, ἐν Ἀθήναις αὐτὸς ἦγε τὸν ἀγῶνα καὶ τὴν πανήγυριν, ὡς δὴ προσῆκον αὐτόθι μάλιστα τιμᾶσθαι τὸν θεόν, ὃς καὶ πατρῷός ἐστι καὶ λέγεται τοῦ γένους ἀρχηγός.

ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν καὶ μήτε αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τε ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπʼ Αἰτωλούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπὼν ἐπὶ Πύρρον αὐτὸς ἐχώρει καὶ Πύρρος ἐπʼ ἐκεῖνον·

ἀλλήλων δὲ διαμαρτόντες, ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν[*](In 290 B.C. The siege lasted nearly a year.)

102
πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δὲ ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους.