Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

καὶ τὸν Σέλευκον εἴθε γάρ, ἑταῖρε, εἰπεῖν, ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ. ταῦτα ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου μετὰ πολλῶν δακρύων λέγοντος, ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ καὶ ἀνὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος.

ἐκ τούτου τὸν Σέλευκον ἐκκλησίαν ἀθροίσαντα πάνδημον εἰπεῖν ὅτι βούλεται καὶ διέγνωκε τῶν ἄνω πάντων τόπων Ἀντίοχον ἀποδεῖξαι βασιλέα καὶ

96
Στρατονίκην βασιλίδα, ἀλλήλοις συνοικοῦντας· οἴεσθαι δὲ τὸν μὲν υἱὸν εἰθισμένον ἅπαντα πείθεσθαι καὶ κατήκοον ὄντα μηθὲν ἀντερεῖν αὐτῷ πρὸς τὸν γάμον·

εἰ δʼ ἡ γυνὴ τῷ μὴ νενομισμένῳ δυσκολαίνοι, παρακαλεῖν τοὺς φίλους ὅπως διδάσκωσιν αὐτὴν καὶ πείθωσι καλὰ καὶ δίκαια τὰ δοκοῦντα βασιλεῖ μετὰ τοῦ συμφέροντος ἡγεῖσθαι. τὸν μὲν οὖν Ἀντιόχου καὶ Στρατονίκης γάμον ἐκ τοιαύτης γενέσθαι προφάσεως λέγουσι.

Δημήτριος δὲ μετὰ Μακεδονίαν καὶ Θετταλίαν ἦν παρειληφώς. ἔχων δὲ καὶ Πελοποννήσου τὰ πλεῖστα καὶ τῶν ἐκτὸς Ἰσθμοῦ Μέγαρα καὶ Ἀθήνας ἐπὶ Βοιωτοὺς ἐστράτευσε. καὶ πρῶτον μὲν ἐγένοντο συμβάσεις μέτριαι περὶ φιλίας πρὸς αὐτόν· ἔπειτα Κλεωνύμου τοῦ Σπαρτιάτου παραβαλόντος εἰς Θήβας μετὰ στρατιᾶς, ἐπαρθέντες οἱ Βοιωτοί, καὶ Πίσιδος ἅμα τοῦ Θεσπιέως, ὃς ἐπρώτευε δόξῃ καὶ δυνάμει τότε, συμπαρορμῶντος αὐτούς, ἀπέστησαν.

ὡς δὲ ταῖς Θήβαις ἐπαγαγὼν τὰς μηχανὰς ὁ Δημήτριος ἐπολιόρκει καὶ φοβηθεὶς ὑπεξῆλθεν ὁ Κλεώνυμος, καταπλαγέντες οἱ Βοιωτοὶ παρέδωκαν ἑαυτούς. ὁ δὲ ταῖς πόλεσιν ἐμβαλὼν φρουρὰν καὶ πραξάμενος πολλὰ χρήματα, καὶ καταλιπὼν αὐτοῖς ἐπιμελητὴν καὶ ἁρμοστὴν Ἱερώνυμον τὸν ἱστορικόν, ἔδοξεν ἠπίως κεχρῆσθαι, καὶ μάλιστα διὰ Πίσιν. ἑλὼν γὰρ αὐτὸν οὐδὲν κακὸν ἐποίησεν, ἀλλὰ καὶ προσαγορεύσας καὶ φιλοφρονηθεὶς

98
πολέμαρχον ἐν Θεσπιαῖς ἀπέδειξεν.