Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἡ μὲν οὖν νὺξ οἷον εἰκὸς θόρυβον ἔσχεν. ἅμα δὲ ἡμέρᾳ ταραττομένοις τοῖς Μακεδόσι καὶ φοβουμένοις τὴν τοῦ Δημητρίου δύναμιν, ὡς ἐπῄει μὲν οὐδεὶς φοβερός, ὁ δὲ Δημήτριος ἔπεμπε βουλόμενος ἐντυχεῖν καὶ περὶ τῶν πεπραγμένων ἀπολογήσασθαι, θαρρεῖν παρέστη καὶ δέχεσθαι φιλανθ ρώπως αὐτόν.

ὡς δὲ ἦλθεν, οὐ μακρῶν ἐδέησεν αὐτῷ λόγων, ἀλλὰ τῷ μισεῖν μὲν τὸν Ἀντίπατρον, φονέα μητρὸς ὄντα, βελτίονος δὲ ἀπορεῖν, ἐκεῖνον ἀνηγόρευσαν βασιλέα Μακεδόνων, καὶ παραλαβόντες εὐθὺς κατῆγον εἰς Μακεδονίαν. ἦν δὲ καὶ τοῖς οἴκοι Μακεδόσιν οὐκ ἀκούσιος ἡ μεταβολή, μεμνημένοις ἀεὶ καὶ μισοῦσιν ἃ Κάσανδρος εἰς Ἀλέξανδρον τεθνηκότα παρηνόμησεν.

εἰ δέ τις ἔτι μνήμη τῆς Ἀντιπάτρου τοῦ παλαιοῦ μετριότητος ὑπελείπετο, καὶ ταύτην Δημήτριος ἐκαρποῦτο Φίλᾳ συνοικῶν καὶ τὸν ἐξ ἐκείνης υἱὸν ἔχων διάδοχον τῆς ἀρχῆς, ἤδη τότε μειράκιον ὄντα καὶ τῷ πατρὶ συστρατευόμενον.

92