Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ Κασάνδρου τελευτήσαντος ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους ἐστασίαζον, θατέρου δὲ αὐτῶν Ἀντιπάτρου τὴν μητέρα Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον.

ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέρος Μακεδονίας ἀποτεμόμενος τῆς βοηθείας μισθὸν φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλεξάνδρῳ· Δημητρίου δέ, ὡς ἐδέξατο τὰ γράμματα, μετὰ τῆς δυνάμεως προσιόντος, ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωμα καὶ τὴν δόξαν ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρονούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι τὰ πράγματα παρουσίας.

ἦσαν οὖν ἐκ τούτων ὑποψίαι πρὸς ἀλλήλους αὐτοῖς, καὶ βαδίζοντι Δημητρίῳ πρὸς δεῖπνον ὑπὸ τοῦ νεανίσκου παρακεκλημένῳ μηνύει τις ἐπιβουλήν,

88
ὡς ἐν αὐτῷ τῷ πότῳ μελλόντων αὐτὸν ἀνελεῖν. ὁ δὲ μηδὲν διαταραχθείς, ἀλλὰ μικρὸν ὑφεὶς τῆς πορείας, ἐκέλευσε τοὺς μὲν ἡγεμόνας ἐν τοῖς ὅπλοις τὴν στρατιὰν ἔχειν, ἀκολούθους δὲ καὶ παῖδας, ὅσοι περὶ αὐτὸν ἦσαν (ἦσαν δὲ πολὺ πλείους τῶν Ἀλεξάνδρου), συνεισελθεῖν εἰς τὸν ἀνδρῶνα καὶ παραμένειν ἄχρι ἂν ἐξαναστῇ.

τοῦτο δείσαντες οἱ περὶ τὸν Ἀλέξανδρον οὐκ ἐτόλμησαν ἐπιχειρῆσαι. καὶ ὁ μὲν Δημήτριος οὐκ ἔχειν αὐτῷ τὸ σῶμα ποτικῶς σκηψάμενος διὰ ταχέων ἀπῆλθε· τῇ δὲ ὑστεραίᾳ περὶ ἀναζυγὴν εἶχε, πράγματα ϝεώτερα προσπεπτωκέναι φάμενος αὐτῷ, καὶ παρῃτεῖτο συγγνώμην ἔχειν τὸν Ἀλέξανδρον, εἰ τάχιον ἀπαίρει· συνέσεσθαι γὰρ αὐτῷ μᾶλλον ἄλλοτε σχολάζων. ἔχαιρεν οὖν ὁ Ἀλέξανδρος, ὡς οὐ πρὸς ἔχθραν, ἀλλʼ ἑκουσίως ἐκ τῆς χώρας ἀπαίροντος αὐτοῦ, καὶ προέπεμπεν ἄχρι Θετταλίας.

ἐπεὶ δὲ εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δὲ ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ

90
πρὸς τὰς θύρας συνηκολούθει.

γενόμενος οὖν ὁ Δημήτριος πρὸς ταῖς θύραις κατὰ τοὺς ἑαυτοῦ δορυφόρους καὶ τοῦτο μόνον εἰπών, κόπτε τὸν ἑπόμενον, αὐτὸς μὲν ὑπεξῆλθεν, ὁ δὲ Ἀλέξανδρος ὑπʼ ἐκείνων κατεκόπη καὶ τῶν φίλων οἱ προσβοηθοῦντες, ὧν ἕνα λέγουσι σφαττόμενον εἰπεῖν ὡς ἡμέρᾳ μιᾷ φθάσειεν αὐτοὺς ὁ Δημήτριος.