Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐχομένων δὲ τῶν Ἀθηνῶν εὐθὺς ἐπεβούλευε τῇ Λακεδαίμονι. καὶ περὶ Μαντίνειαν Ἀρχιδάμου τοῦ βασιλέως ἀπαντήσαντος αὐτῷ νικήσας μάχῃ καὶ τρεψάμενος εἰς τὴν Λακωνικὴν ἐνέβαλε. καὶ πρὸς αὐτῇ τῇ Σπάρτῃ πάλιν ἐκ παρατάξεως ἑλὼν πεντακοσίους καὶ διαφθείρας διακοσίους, ὅσον οὔπω τὴν πόλιν ἔχειν ἐδόκει μέχρι τῶν χρόνων ἐκείνων ἀνάλωτον οὖσαν.

ἀλλʼ ἡ τύχη περὶ οὐδένα τῶν βασιλέων ἔοικεν οὕτω τροπὰς λαβεῖν μεγάλας καὶ ταχείας, οὐδʼ ἐν ἑτέροις πράγμασι τοσαυτάκις μικρὰ καὶ πάλιν μεγάλη καὶ ταπεινὴ μὲν ἐκ λαμπρᾶς, ἰσχυρὰ δὲ αὖθις ἐκ φαύλης γενέσθαι. διὸ καί φασιν αὐτὸν ἐν ταῖς χείροσι μεταβολαῖς πρὸς τὴν τύχην ἀναφθέγγεσθαι τὸ Αἰσχύλειον· σύ τοί με φυσᾷς, σύ με καταίθειν μοι[*](μοι δοκεῖς Ziegler, with some MSS.: δοκεῖς. ) δοκεῖς.

86

καὶ γὰρ τότε τῶν πραγμάτων οὕτως εὐπόρων αὐτῷ πρὸς ἀρχὴν καὶ δύναμιν ἐπιδιδόντων ἀγγέλλεται Λυσίμαχος μὲν πρῶτος ἀφῃρημένος αὐτοῦ τὰς ἐν Ἀσίᾳ πόλεις, Κύπρον δὲ Πτολεμαῖος ᾑρηκὼς ἄνευ μιᾶς πόλεως Σαλαμῖνος, ἐν δὲ Σαλαμῖνι πολιορκῶν τοὺς παῖδας αὐτοῦ καὶ τὴν μητέρα κατειλημμένους.

οὐ μὴν ἀλλὰ καὶ ἡ τύχη, καθάπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνὴ τῇ μὲν ὕδωρ ἐφόρει δολοφρονέουσα χειρί, τῇ δʼ ἑτέρῃ πῦρ, δεινοῖς αὐτὸν οὕτω καὶ φοβεροῖς ἀγγέλμασιν ἀποστήσασα τῆς Λακεδαίμονος, εὐθὺς ἑτέρας πραγμάτων καινῶν καὶ μεγάλων ἐπήνεγκεν ἐλπίδας ἐκ τοιαύτης αἰτίας.