Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οἱ δὲ Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπʼ ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας,

ἐν ᾗ δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι· πατέρα καὶ υἱὸν ἐν οἰκήματι καθέζεσθαι τὰ καθʼ ἑαυτοὺς ἀπεγνωκότας, ἐκ δὲ τῆς ὀροφῆς μῦν νεκρὸν ἐκπεσεῖν, τοὺς δέ, ὡς εἶδον, ἀναπηδήσαντας ἀμφοτέρους διαμάχεσθαι περὶ αὐτοῦ. τότε καὶ τὸν φιλόσοφον Ἐπίκουρον ἱστοροῦσι διαθρέψαι τοὺς συνήθεις κυάμους πρὸς ἀριθμὸν μετʼ αὐτῶν διανεμόμενον.

οὕτως οὖν τῆς πόλεως ἐχούσης εἰσελθὼν ὁ Δημήτριος, καὶ κελεύσας εἰς τὸ θέατρον ἀθροισθῆναι πάντας, ὅπλοις μὲν συνέφραξε τὴν σκηνὴν καὶ δορυφόροις τὸ λογεῖον περιέλαβεν, αὐτὸς δὲ καταβάς, ὥσπερ οἱ τραγῳδοί, διὰ τῶν ἄνω παρόδων, ἔτι μᾶλλον ἐκπεπληγμένων τῶν Ἀθηναίων τὴν ἀρχὴν τοῦ λόγου πέρας ἐποιήσατο τοῦ δέους αὐτῶν.

καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων

84
πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμψάμενος αὐτοὺς διηλλάσσετο, καὶ δέκα μυριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖς ὄντα παντοδαταῖς καὶ τοὺς ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ τὴν Μουνυχίαν.

ἐπιψηφισθέντων δὲ τούτων ὁ Δημήτριος αὐτὸς ἐφʼ ἑαυτοῦ προσενέβαλε φρουρὰν εἰς τὸ Μουσεῖον, ὡς μὴ πάλιν ἀναχαιτίσαντα τὸν δῆμον ἀσχολίας αὐτῷ πραγμάτων ἑτέρων παρασχεῖν.