Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὐ μὴν ὑπέπτηξε Δημήτριος, ἀλλὰ φήσας οὐδʼ ἂν μυριάκις ἡττηθῇ μάχας ἄλλας ἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷ Σέλευκον, τὰς μὲν πόλεις ἐκρατύνατο φρουραῖς, αὐτὸς δὲ πυθόμενος Λαχάρη στασιάζουσιν Ἀθηναίοις ἐπιθέμενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφανεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ μὲν πέλαγος ἀσφαλῶς διεπεραιώθη μεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν παραπλέων ἐχειμάσθη καὶ τὰς πλείστας ἀπέβαλε τῶν νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον.

αὐτὸς δὲ σωθεὶ͂ς ἥψατο μέν τινος πολέμου πρὸς τοὺς Ἀθηναίους, ὡς δʼ οὐδὲν ἐπέραινε, πέμψας ναυτικὸν αὖθις ἀθροίσοντας αὐτὸς εἰς Πελοπόννησον παρῆλθε καὶ Μεσσήνην ἐπολιόρκει. καὶ προσμαχόμενος τοῖς τείχεσιν ἐκινδύνευσε, καταπελτικοῦ βέλους εἰς τὸ πρόσωπον αὐτῷ καὶ τὸ στόμα διὰ τῆς σιαγόνος ἐμπεσόντος.

ἀναληφθεὶς δὲ καὶ πόλεις τινὰς ἀφεστώσας προσαγαγόμενος πάλιν εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ κρατήσας Ἐλευσῖνος καὶ Ῥαμνοῦντος ἔφθειρε τὴν χώραν, καὶ ναῦν τινα λαβὼν ἔχουσαν σῖτον καὶ εἰσάγουσαν τοῖς Ἀθηναίοις ἐκρέμασε τὸν ἔμπορον καὶ τὸν κυβερνήτην, ὥστε τῶν ἄλλων ἀποτρεπομένων διὰ φόβον σύντονον λιμὸν ἐν ἄστει γενέσθαι, πρὸς δὲ τῷ λιμῷ καὶ τῶν ἄλλων ἀπορίαν. ἁλῶν γοῦν μέδιμνον ὠνοῦντο τετταράκοντα δραχμῶν, ὁ δὲ τῶν πυρῶν μόδιος ὤνιος ἦν τριακοσίων.

μικρὰν δὲ τοῖς Ἀθηναίοις ἀναπνοὴν παρέσχον ἑκατὸν πεντήκοντα

82
νῆες φανεῖσαι περὶ Αἴγιναν, ἃς ἔπεμψεν ἐπικούρους αὐτοῖς Πτολεμαῖος. εἶτα Δημητρίῳ πολλῶν μὲν ἐκ Πελοποννήσου, πολλῶν δὲ ἀπὸ Κύπρου νεῶν παραγενομένων, ὥστε συμπάσας ἀθροισθῆναι τριακοσίας, ἔφυγον ἄραντες οἱ Πτολεμαίου, καὶ Λαχάρης ὁ τύραννος ἀπέδρα προέμενος τὴν πόλιν.