Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ὁ γοῦν Δημήτριος τότε δεινὰ μὲν ἡγούμενος πάσχειν, ἀδύνατος δὲ ὢν ἀμύνασθαι, προσέπεμψε τοῖς Ἀθηναίοις ἐγκαλῶν μετρίως, ἀξιῶν δὲ τὰς ναῦς ἀπολαβεῖν, ἐν αἷς ἦν καὶ ἡ τρισκαιδεκήρης. κομισάμενος δὲ παρέπλευσεν εἰς Ἰσθμόν, καὶ τῶν πραγμάτων αὐτῷ κακῶς ἐχόντων (ἐξέπιπτον γὰρ ἑκασταχόθεν αἱ φρουραὶ καὶ μεθίστατο πάντα πρὸς τοὺς πολεμίους)

ἀπολιπὼν ἐπὶ τῆς Ἑλλάδος Πύρρον αὐτὸς ἄρας ἐπὶ τὴν Χερρόνησον ἔπλευσε· καὶ κακῶς ἅμα ποιῶν Λυσίμαχον ὠφέλει καὶ συνεῖχε τὴν περὶ αὑτὸν δύναμιν, ἀρχομένην ἀναλαμβάνειν καὶ γίνεσθαι πάλιν οὐκ εὐκαταφρόνητον. ὁ δὲ Λυσίμαχος ὑπὸ τῶν ἄλλων βασιλέων ἠμελεῖτο, μηδὲν

76
ἐπιεικέστερος ἐκείνου δοκῶν εἶναι, τῷ δὲ μᾶλλον ἰσχύειν καὶ φοβερώτερος.

οὐ πολλῷ δὲ ὕστερον Σέλευκος ἐμνᾶτο πέμπων τὴν Δημητρίου καὶ Φίλας θυγατέρα Στρατονίκην, ἔχων μὲν ἐξ Ἀπάμας τῆς Περσίδος υἱὸν Ἀντίοχον, οἰόμενος δὲ τὰ πράγματα καὶ διαδόχοις ἀρκεῖν πλείοσι, καὶ δεῖσθαι τῆς πρὸς ἐκεῖνον οἰκειότητος, ἐπεὶ καὶ Λυσίμαχον ἑώρα τῶν Πτολεμαίου θυγατέρων τὴν μὲν ἑαυτῷ, τὴν δὲ Ἀγαθοκλεῖ τῷ υἱῷ λαμβάνοντα.

Δημητρίῳ δʼ ἦν ἀνέλπιστος εὐτυχία κηδεῦσαι Σελεύκω. καὶ τὴν κόρην ἀναλαβὼν ἔπλει ταῖς ναυσὶ πάσαις εἰς Συρίαν, τῇ τε ἄλλῃ γῇ προσέχων ἀναγκαίως καὶ τῆς Κιλικίας ἁπτόμενος, ἣν Πλείσταρχος εἶχε μετὰ τὴν πρὸς Ἀντίγονον μάχην ἐξαίρετον αὐτῷ δοθεῖσαν ὑπὸ τῶν βασιλέων· ἦν δὲ Κασάνδρου Πλείσταρχος ἀδελφός.

ἀδικεῖσθαι δὲ τὴν χώραν αὑτοῦ νομίζων ὑπὸ Δημητρίου κατὰ τὰς ἀποβάσεις, καὶ μέμψασθαι βουλόμενος τὸν Σέλευκον ὅτι τῷ κοινῷ διαλλάττεται πολεμίῳ δίχα τῶν ἄλλων βασιλέων, ἀνέβη πρὸς αὐτόν.