Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως· τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶ τὸν πατέρα τιμῶν ἐφαίνετο δι’ εὔνοιαν ἀληθινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολάζοντος ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη· καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας, ἐκάθισε παρʼ αὐτόν.

ὁ δὲ Ἀντίγονος ἀπιόντας ἤδη τοὺς πρέσβεις ἔχοντας τὰς ἀποκρίσεις μεγάλῃ φωνῇ προσαγορεύσας, καὶ τοῦτο, εἶπεν, ὦ ἄνδρες, ἀπαγγέλλετε περὶ ἡμῶν, ὅτι πρὸς ἀλλήλους οὕτως ἔχομεν, ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν.

οὕτως ἄρα πάντη δυσκοινώνητον ἡ ἀρχή, καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας, ὥστε ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου διαδόχων καὶ πρεσβύτατον ὅτι μὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώματος πλησίον. οὐ μὴν ἀλλὰ καὶ μόνος, ὡς εἰπεῖν, ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δὲ εἷς μόνος τῶν ἀπʼ Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν.

10

αἱ δὲ ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν· τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας.