Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

Ἀντίγονος δὲ παραταττομένης ἤδη τῆς φάλαγγος ἐξιὼν προσέπταισεν, ὥστε πεσεῖν ὅλως ἐπὶ στόμα καὶ διατεθῆναι χαλεπῶς· ἀναστὰς δὲ καὶ τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν ᾐτήσατο νίκην παρὰ τῶν θεῶν ἢ θάνατον ἀναίσθητον πρὸ τῆς ἥττης.

γενομένης δὲ τῆς μάχης ἐν χερσὶ Δημήτριος ἔχων τοὺς πλείστους καὶ κρατίστους τῶν ἱππέων Ἀντιόχῳ τῷ Σελεύκου συνέπεσε, καὶ μέχρι τροπῆς τῶν πολεμίων λαμπρῶς ἀγωνισάμενος ἐν τῇ διώξει σοβαρᾷ καὶ φιλοτίμῳ παρὰ καιρὸν γενομένῃ τὴν νίκην διέφθειρεν. αὐτὸς μὲν γὰρ οὐκ ἔσχε πάλιν ἀναστρέψας συμμῖξαι τοῖς πεζοῖς τῶν ἐλεφάντων ἐν μέσῳ γενομένων, τὴν δὲ φάλαγγα γυμνὴν ἱππέων κατιδόντες οἱ περι Σέλευκον οὐκ ἐνέβαλον μέν, ὡς δὲ ἐμβαλοῦντες ἐφόβουν καὶ περιήλαυνον, μεταβάλλεσθαι διδόντες αὐτοῖς· ὃ καὶ συνέβη.

πολὺ γὰρ μέρος ἀπορραγὲν ἑκουσίως μετεχώρησε πρὸς ἐκείνους, τὸ δὲ λοιπὸν ἐτράπη. φερομένων δὲ πολλῶν ἐπὶ τὸν Ἀντίγονον καί τινος τῶν περὶ αὐτὸν εἰπόντος, ἐπὶ σὲ οὗτοι, βασιλεῦ, τίνα γάρ, εἶπε, πλὴν ἐμοῦ σκοπὸν ἔχουσιν; ἀλλὰ Δημήτριος ἀφίξεται βοηθῶν.

καὶ τοῦτο μέχρι παντὸς ἐλπίζων καὶ περισκοπῶν τὸν υἱὸν ἅμα πολλῶν

72
ἀκοντισμάτων εἰς αὐτὸν ἀφεθέντων ἔπεσε· καὶ τῶν ἄλλων ἀπολιπόντων ὀπαδῶν καὶ φίλων μόνος παρέμεινε τῷ νεκρῷ Θώραξ ὁ Λαρισσαῖος.

οὕτω δὲ κριθείσης τῆς μάχης, οἱ μὲν νενικηκότες βασιλεῖς τὴν ὑπʼ Ἀντιγόνῳ καὶ Δημητρίῳ πᾶσαν ἀρχὴν ὥσπερ μέγα σῶμα κατακόπτοντες ἐλάμβανον μερίδας, καὶ προσδιενείμαντο τὰς ἐκείνων ἐπαρχίας αἷς εἶχον αὐτοὶ πρότερον. Δημήτριος δὲ μετὰ πεντακισχιλίων πεζῶν καὶ τετρακισχιλίων ἱππέων φεύγων καὶ συντόνως ἐλάσας εἰς Ἔφεσον, οἰομένων ἁπάντων ἀποροῦντα χρημάτων αὐτὸν οὐκ ἀφέξεσθαι τοῦ ἱεροῦ,

φοβηθεὶς τοὺς στρατιώτας μὴ τοῦτο ποιήσωσιν, ἀνέστη διὰ ταχέων, καὶ τὸν πλοῦν ἐπὶ τῆς Ἑλλάδος ἐποιεῖτο, τῶν λοιπῶν ἐλπίδων ἐν Ἀθηναίοις ἔχων τὰς μεγίστας. καὶ γὰρ καὶ ναῦς[*](καὶ ναῦς Ziegler, with all the MSS. but one: ναῦς. ) ἐκεῖ καὶ χρήματα καὶ γυναῖκα Δηϊδάμειαν ἐτύγχανε καταλελοιπώς, καὶ βεβαιοτέραν οὐκ ἐνόμιζε καταφυγὴν εἶναι τοῖς πράγμασι τῆς Ἀθηναίων εὐνοίας.