Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τὴν δὲ διήγησιν, ὥσπερ ἐκ κωμικῆς σκηνῆς, πάλιν εἰς τραγικὴν μετάγουσιν αἱ τύχαι καὶ αἱ πράξεις τοῦ ἀνδρὸς ὃν διηγούμεθα. τῶν γὰρ ἄλλων βασιλέων ἁπάντων συνισταμένων ἐπὶ τὸν Ἀντίγονον καὶ συμφερόντων εἰς ταὐτὸ τὰς δυνάμεις, ἀπῆρεν ὁ Δημήτριος ἐκ τῆς Ἑλλάδος, καὶ τῷ πατρὶ συμμίξας φιλοτιμουμένῳ παρʼ ἡλικίαν πρὸς τὸν πόλεμον, ἔτι μᾶλλον αὐτὸς ἐπερρώσθη.

καίτοι δοκεῖ γε Ἀντίγονος, εἰ μικρῶν τινων ὑφεῖτο καὶ τῆς ἄγαν φιλαρχίας ἐχάλασε, μέχρι παντὸς ἂν αὑτῷ διαφυλάξαι κἀκείνῳ καταλιπεῖν τὸ πρῶτον εἶναι. φύσει δὲ βαρὺς ὢν καὶ ὑπερόπτης, καὶ τοῖς λόγοις οὐχ ἧττον ἢ τοῖς πράγμασι τραχύς, πολλοὺς καὶ νέους καὶ δυνατοὺς ἄνδρας ἐξηγρίαινε καὶ παρώξυνε· καὶ τήν

68
γε τότε σύστασιν καὶ κοινωνίαν αὐτῶν ἔλεγεν ὥσπερ ὀρνίθων σπερμολόγων συνδρομὴν ἑνὶ λίθῳ καὶ ψόφῳ συνδιαταράξειν.

ἦγε δὲ πεζοὺς μὲν ἑπτακισμυρίων πλείους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ ἑβδομήκοντα πέντε, τῶν ἐναντίων ἐχόντων πεζοὺς μὲν ἑξακισμυρίους καὶ τετρακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους τῶν ἐκείνου πλείονας, ἐλέφαντας δὲ τετρακοσίους, ἅρματα δὲ ἑκατὸν εἴκοσι. γενομένῳ δʼ ἐγγὺς αὐτῶν τροπὴν ἔσχεν ἡ διάνοια τῆς ἐλπίδος μᾶλλον ἢ τῆς γνώμης.

ὑψηλὸς γὰρ εἶναι καὶ γαῦρος εἰωθὼς ἐν τοῖς ἀγῶσι καὶ χρώμενος φωνῇ τε μεγάλῃ καὶ λόγοις σοβαροῖς, πολλάκις δὲ καὶ τῷ παρασκῶψαί τι καὶ γελοῖον εἰπεῖν τῶν πολεμίων ἐν χερσὶν ὄντων ἐπιδειξάμενος εὐστάθειαν καὶ καταφρόνησιν, τότε σύννους ἑωρᾶτο καὶ σιωπηλὸς τὰ πολλά, καὶ τὸν υἱὸν ἀπέδειξε τῷ πλήθει καὶ συνέστησε διάδοχον.

ὃ δὲ μάλιστα πάντες ἐθαύμασαν, ἐν τῇ σκηνῇ μόνος διελέχθη πρὸς αὐτόν, οὐκ εἰθισμένος ἔχειν οὐδὲ πρὸς ἐκεῖνον ἀπορρήτους κοινολογίας, ἀλλὰ ἴδιος ὢν γνώμῃ, εἶτα προστάττων φανερῶς καὶ χρώμενος οἷς βουλεύσαιτο καθʼ ἑαυτόν. λέγεται γοῦν μειράκιον ἔτι ὄντα τὸν Δημήτριον αὐτοῦ πυθέσθαι πότε μέλλουσιν ἀναζευγνύειν· τὸν δὲ εἰπεῖν πρὸς ὀργήν· ἀγωνιᾷς μὴ μόνος σὺ τῆς σάλπιγγος οὐκ ἀκούσῃς;