Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐκάλουν δὲ τὸν Δημήτριον οἱ Ἀθηναῖοι Κασάνδρου τὸ ἄστυ πολιορκοῦντος. ὁ δὲ ναυσὶν ἐπιπλεύσας τριακοσίαις τριάκοντα καὶ πολλοῖς ὁπλίταις, οὐ μόνον ἐξήλασε τῆς Ἀττικῆς τὸν Κάσανδρον, ἀλλὰ καὶ φεύγοντα μέχρι Θερμοπυλῶν διώξας καὶ τρεψάμενος, Ἡράκλειαν ἔλαβεν, ἑκουσίως αὐτῷ προσθεμένην, καὶ τῶν Μακεδόνων ἑξακισχιλίους μεταβαλομένους πρὸς αὐτόν.

ἐπανιὼν δὲ τοὺς ἐντὸς Πυλῶν Ἕλληνας ἠλευθέρου, καὶ Βοιωτοὺς ἐποιήσατο συμμάχους,[*](When Strabo wrote, during the reign of Augustus, the painting was still at Rhodes, where it had been seen and admired by Cicero (Orat. 2, 5); when the elder Pliny wrote,)

54
καὶ Κεγχρέας εἷλε· καὶ Φυλὴν καὶ Πάνακτον, ἐπιτειχίς ματα τῆς Ἀττικῆς ὑπὸ Κασάνδρου φρουρούμενα, καταστρεψάμενος ἀπέδωκε τοῖς Ἀθηναίοις. οἱ δὲ καίπερ ἐκκεχυμένοι πρότερον εἰς αὐτὸν καὶ κατακεχρημένοι πᾶσαν φιλοτιμίαν, ἐξεῦρον ὅμως καὶ τότε πρόσφατοι καὶ καινοὶ ταῖς κολακείαις φανῆναι.

τὸν γὰρ ὀπισθόδομον τοῦ Παρθενῶνος ἀπέδειξαν αὐτῷ κατάλυσιν· κἀκεῖ δίαιταν εἶχε, τῆς Ἀθηνᾶς λεγομένης ὑποδέχεσθαι καὶ ξενίζειν αὐτόν, οὐ πάνυ κόσμιον ξένον οὐδὲ ὡς παρθένῳ πρᾴως ἐπισταθμεύοντα.

καίτοι τὸν ἀδελφὸν αὐτοῦ Φίλιππον αἰσθόμενός ποτε ὁ πατὴρ ἐν οἰκίᾳ καταλύοντα τρεῖς ἐχούσῃ νέας γυναῖκας, πρὸς ἐκεῖνον μὲν οὐδὲν ἐφθέγξατο, παρόντος δὲ ἐκείνου, τὸν σταθμοδότην μεταπεμψάμενος, οὗτος, εἶπεν, οὐκ ἐξάξεις μου τὸν υἱὸν ἐκ τῆς στενοχωρίας;