Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀλλὰ καὶ παρασκευάσασθαι δύναμιν ἢ χρήσασθαι βελτίων ἐδόκει στρατηγὸς εἶναι, πάντα μὲν ἐκ περιουσίας ὑπάρχειν βουλόμενος ἐπὶ τὰς χρείας, τῆς δὲ περὶ τὰς ναῦς καὶ τὰ μηχανήματα μεγαλουργίας καὶ καθʼ ἡδονήν τινα τοῦ θεωρεῖν ἀπλήστως ἔχων. εὐφυὴς γὰρ ὢν καὶ θεωρητικὸς οὐκ εἰς παιδιὰς οὐδʼ εἰς διαγωγὰς ἀχρήστους ἔτρεψε τὸ φιλότεχνον, ὥσπερ ἄλλοι βασιλεῖς αὐλοῦντες καὶ ζωγραφοῦντες καὶ τορεύοντες.

Ἀέροπος γὰρ ὁ Μακεδὼν τραπέζια μικρὰ καὶ λυχνίδια τεκταινόμενος, ὁπότε σχολάζοι, διῆγεν. Ἄτταλος δὲ ὁ Φιλομήτωρ ἐκήπευε τὰς φαρμακώδεις βοτάνας, οὐ μόνον ὑοσκύαμον καὶ ἐλλέβορον, ἀλλὰ καὶ κώνειον καὶ ἀκόνιτον καὶ δορύκνιον, αὐτὸς ἐν τοῖς βασιλείοις σπείρων καὶ φυτεύων, ὀπούς τε καὶ καρπὸν αὐτῶν ἔργον πεποιημένος εἰδέναι καὶ κομίζεσθαι καθʼ ὥραν. οἱ δὲ Πάρθων βασιλεῖς ἐσεμνύνοντο τὰς ἀκίδας τῶν βελῶν χαράττοντες αὐτοὶ καὶ παραθήγοντες.

ἀλλὰ μὴν Δημητρίου καὶ τὸ βάναυσον ἦν βασιλικόν, καὶ μέγεθος ἡ μέθοδος εἶχεν, ἅμα τῷ περιττῷ καὶ φιλοτέχνῳ τῶν ἔργων ὕψος τι διανοίας καὶ φρονήματος συνεκφερόντων, ὥστε μὴ μόνον γνώμης καὶ περιουσίας, ἀλλὰ καὶ χειρὸς ἄξια φαίνεσθαι βασιλικῆς. μεγέθει μὲν γὰρ ἐξέπληττε καὶ τοὺς φίλους, κάλλει δὲ καὶ τοὺς πολεμίους ἔτερπε. τοῦτο δὲ ἔτι μᾶλλον ἀληθῶς ἢ κομψῶς

48
εἴρηται.

καὶ τὰς μὲν ἑκκαιδεκήρεις αὐτοῦ καὶ τὰς πεντεκαιδεκήρεις ἐθαύμαζον ἑστῶτες οἱ πολέμιοι παρὰ τὴν γῆν αὐτῶν πλεούσας, αἱ δʼ ἑλεπόλεις ὡς θέαμα τοῖς πολιορκουμένοις ἦσαν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Λυσίμαχος μὲν γάρ, ἔχθιστος ὢν Δημητρίῳ τῶν βασιλέων καὶ πολιορκοῦντι Σόλους τοὺς Κιλικίους ἀντιτεταγμένος, ἔπεμψε παρακαλῶν ἐπιδεῖξαι τὰς μηχανὰς αὐτῷ καὶ τὰς ναῦς πλεούσας· ἐπιδείξαντος δὲ θαυμάσας ἀπῆλθε.

Ῥόδιοι δὲ πολὺν χρόνον ὑπʼ αὐτοῦ πολιορκηθέντες, ἐπεὶ κατελύσαντο τὸν πόλεμον, ᾐτήσαντο τῶν μηχανῶν ἐνίας, ὅπως ὑπόμνημα τῆς ἐκείνου δυνάμεως ἅμα καὶ τῆς αὑτῶν ἀνδραγαθίας ἔχωσιν.