Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

οὕτω δὲ λαμπρὰν καὶ καλὴν τὴν νίκην γενομένην ἔτι μᾶλλον ἐπικοσμῶν ὁ Δημήτριος εὐγνωμοσύνῃ καὶ φιλανθ ρωπίᾳ τοὺς νεκροὺς τῶν πολεμίων ἔθαψε μεγαλοπρεπῶς καὶ τοὺς αἰχμαλώτους ἀφῆκεν· Ἀθηναίοις δὲ χιλίας καὶ διακοσίας ἀπὸ τῶν λαφύρων ἐδωρήσατο πανοπλίας.

Αὐτάγγελον δὲ τῆς νίκης τῷ πατρὶ τὸν Μιλήσιον Ἀριστόδημον ἔπεμψε, πρωτεύοντα κολακείᾳ τῶν αὐλικῶν ἁπάντων, καὶ τότε παρεσκευας μένον, ὡς ἔοικε, των κολακευμάτων τὸ μέγιστον ἐπενεγκεῖν τοῖς πράγμασιν. ὡς γὰρ ἐπέρασεν ἀπὸ τῆς Κύπρου, προσέχειν μὲν οὐκ εἴασε τῇ γῇ τὸ πλοῖον, ἀγκύρας δʼ ἀφεῖναι κελεύσας καὶ κατὰ ναῦν ἔχειν ἀτρέμα πάντας,

αὐτὸς ἐμβὰς εἰς τὸ ἐφόλκιον ἐξῆλθε μόνος καὶ πρὸς τὸν Ἀντίγονον ἀνέβαινε, μετέωρον ὄντα τῇ προσδοκίᾳ τῆς μάχης καὶ διακείμενον ὡς εἰκός ἐστι διακεῖσθαι τοὺς περὶ πραγμάτων τηλικούτων ἀγωνιῶντας. τότε γε μὴν ἀκούσας ἐκεῖνον ἥκειν ἔτι μᾶλλον ἢ πρότερον ἔσχε ταραχωδῶς, καὶ μόλις μὲν αὑτὸν οἴκοι κατεῖχεν, ἄλλους δʼ ἐπʼ ἄλλοις ἔπεμπεν ὑπηρέτας καὶ

40
φίλους πευσομένους τοῦ Ἀριστοδήμου περὶ τῶν γεγονότων.

ἀποκρινομένου δὲ μηδὲν αὐτοῦ μηδενί, βάδην δὲ καὶ συνεστῶτι τῷ προσώπῳ μετὰ πολλῆς σιωπῆς προσιόντος, ἐκπλαγεὶς κομιδῆ καὶ μηκέτι καρτερῶν ὁ Ἀντίγονος ἐπὶ τὰς θύρας ἀπήντησε, πολλοῦ παραπέμποντος ἤδη τὸν Ἀριστόδημον ὄχλου καὶ συντρέχοντος ἐπὶ τὸ βασίλειον.

ὡς οὖν ἐγγὺς ἦλθεν, ἐκτείνας τὴν δεξιὰν ἀνεβόησε μεγάλῃ τῇ φωνῇ χαῖρε, βασιλεῦ Ἀντίγονε, νικῶμεν Πτολεμαῖον ναυμαχίᾳ καὶ Κύπρον ἔχομεν καὶ στρατιώτας αἰχμαλώτους μυρίους ἑξακισχιλίους ὀκτακοσίους. ὁ δὲ Ἀντίγονος, καὶ σύ, νὴ Δία, χαῖρε, εἶπεν· οὕτω δὲ ἡμᾶς βασανίσας δίκην ὑφέξεις· βράδιον γὰρ ἀπολήψῃ τὸ εὐαγγέλιον.