Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

αὐτὸς μὲν οὖν ὁ Πτολεμαῖος ἐπέπλει πεντήκοντα καὶ ἑκατὸν ναῦς ἔχων, ἐκ δὲ Σαλαμῖνος ἐκέλευσε Μενέλαον ἑξήκοντα ναυσίν, ὅταν μάλιστα σύστασιν ὁ ἀγὼν ἔχῃ, προσφερόμενον τὰς Δημητρίου κόπτειν ἐξόπισθεν καὶ διαταράττειν τὴν τάξιν. Δημήτριος δὲ ταῖς μὲν ἑξήκοντα ταύταις ἀντέταξε δέκα ναῦς (τοσαῦται γὰρ ἤρκουν στενὸν ὄντα τοῦ λιμένος ἐμφράξαι τὸν ἔκπλουν),

αὐτὸς δὲ τὸ πεζὸν ἐκτάξας καὶ τοῖς ἀνατείνουσιν εἰς τὴν θάλασσαν ἀκρωτηρίοις περιχεάμενος, οὕτως ἀνήχθη ναυσὶν ἑκατὸν ὀγδοήκοντα· προσμίξας δὲ ῥώμῃ καὶ βίᾳ πολλῇ κατὰ κράτος ἐτρέψατο τὸν Πτολεμαῖον, αὐτὸν μέν, ὡς ἐνικήθη, διὰ ταχέων φυγόντα ναυσὶν ὀκτὼ μόναις (τοσαῦται γὰρ ἐκ πασῶν περιεσώθησαν, τῶν δὲ ἄλλων αἱ μὲν ἐν τῇ ναυμαχίᾳ διεφθάρησαν, ἑβδομήκοντα δὲ ἥλωσαν αὔτανδροι),

τοῦ δὲ ἐν ὁλκάσι παρορμοῦντος ὄχλου θεραπόντων καὶ φίλων και γυναικῶν, ἔτι δὲ ὅπλων καὶ χρημάτων καὶ μηχανημάτων ἁπλῶς οὐδὲν ἐξέφυγε τὸν Δημήτριον, ἀλλʼ ἔλαβε πάντα καὶ κατήγαγεν εἰς τὸ στρατόπεδον. ἐν δὲ τούτοις ἡ περιβόητος ἦν Λάμια, τὴν μὲν ἀρχὴν σπουδασθεῖσα διὰ τὴν τέχνην (ἐδόκει γὰρ αὐλεῖν

38
οὐκ εὐκαταφρονήτως), ὕστερον δὲ καὶ τοῖς ἐρωτικοῖς λαμπρὰ γενομένη.

τότε γοῦν ἤδη λήγουσα τῆς ὥρας καὶ πολὺ νεώτερον ἑαυτῆς λαβοῦσα τὸν Δημήτριον ἐκράτησε τῇ χάριτι καὶ κατέσχεν, ὥστε ἐκείνης εἶναι μόνης ἐραστήν, τῶν δʼ ἄλλων ἐρώμενον γυναικῶν. μετὰ δὲ τὴν ναυμαχίαν οὐδὲ ὁ Μενέλαος ἀντέσχεν, ἀλλὰ τήν τε Σαλαμῖνα παρέδωκε τῷ Δημητρίῳ καὶ τὰς ναῦς καὶ τὸ πεζόν, ἱππεῖς τε χιλίους καὶ διακοσίους καὶ μυρίους καὶ δισχιλίους ὁπλίτας.