Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἐπεὶ δὲ ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεμαίῳ περὶ Κύπρου πολεμήσοντα, πείθεσθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δὲ ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον, ὄντα καλλίω καὶ λαμπρότερον, ἀπολείπει, προσέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρατηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον χρήματα προτείνων, ὥστε ἐλευθέρας ἀφεῖναι τὰς πόλεις.

οὐ προσδεξαμένου δὲ ἐκείνου, διὰ ταχέων ἀναχθεὶς καὶ προσλαβὼν δύναμιν ἐπέπλευσε Κύπρῳ. καὶ Μενέλαον μέν, ἀδελφὸν Πτολεμαίου, μάχην συνάψας εὐθὺς ἐνίκησεν· αὐτοῦ δὲ Πτολεμαίου μετὰ δυνάμεως πεζικῆς ἅμα καὶ ναυτικῆς μεγάλης ἐπιφανέντος, ἐγένοντο μὲν ἀπειλαί τινες καὶ διάλογοι κομπώδεις, τοῦ μὲν ἀποπλεῖν Δημήτριον

36
κελεύοντος πρὶν ὑπὸ τῆς δυνάμεως πάσης ἀθροισθείσης καταπατηθῆναι, Δημητρίου δὲ ἐκεῖνον ἀφεῖναι φάσκοντος, ἂν ὁμολογήσῃ Σικυῶνα καὶ Κόρινθον ἀπαλλάξειν τῆς φρουρᾶς.

ὁ δὲ ἀγὼν οὐ μόνον αὐτοῖς ἐκείνοις, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι δυνάσταις πολλὴν εἶχε προσδοκίαν τῆς ἐπικρεμαμένης ἀδηλότητος, ὡς οὐ Κύπρον οὐδὲ Συρίαν, ἀλλὰ τὸ μέγιστον εὐθὺς εἶναι πάντων τῷ κρατοῦντι τῆς νίκης προστιθείσης.