Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἀπροθύμως δʼ ἔχοντι λέγεται πρὸς τὸ οὖς τὸ Εὐριπίδειον εἰπεῖν·

  1. ὅπου τὸ κέρδος, παρὰ φύσιν γαμητέον,[*](ἀλλʼ εἰς τὸ κέρδος παρὰ φύσιν δουλευτέον,Phoenissae, 396 (Kirchhoff).)
ὁμοιόπτωτόν τι τῷ δουλευτέον εὐθυρρημονήσας. τοιαύτη μὲν οὖν τις ἦν ἡ τοῦ Δημητρίου τιμὴ πρός τε Φίλαν καὶ τὰς ἄλλας γαμετὰς ὥστε πολλαῖς μὲν ἀνέδην ἑταίραις, πολλαῖς δὲ ἐλευθέραις συνεῖναι γυναιξί, καὶ μάλιστα δὴ περὶ τὴν ἡδονὴν ταύτην κακῶς ἀκοῦσαι τῶν τότε βασιλέων.

ἐπεὶ δὲ ὁ πατὴρ αὐτὸν ἐκάλει Πτολεμαίῳ περὶ Κύπρου πολεμήσοντα, πείθεσθαι μὲν ἦν ἀναγκαῖον, ἀχθόμενος δὲ ὅτι τὸν ὑπὲρ τῆς Ἑλλάδος πόλεμον, ὄντα καλλίω καὶ λαμπρότερον, ἀπολείπει, προσέπεμψε Κλεωνίδῃ τῷ Πτολεμαίου στρατηγῷ φρουροῦντι Σικυῶνα καὶ Κόρινθον χρήματα προτείνων, ὥστε ἐλευθέρας ἀφεῖναι τὰς πόλεις.