Demetrius

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

ἦν δὲ ἄρα καὶ πυρὸς ἕτερα θερμότερα κατὰ τὸν Ἀριστοφάνη. γράφει γάρ τις ἄλλος ὑπερβαλλόμενος ἀνελευθερίᾳ τὸν Στρατοκλέα, δέχεσθαι Δημήτριον, ὁσάκις ἂν ἀφίκηται, τοῖς Δήμητρος καὶ Διονύσου ξενισμοῖς, τῷ δʼ ὑπερβαλλομένῳ λαμπρότητι καὶ πολυτελείᾳ τὴν ὑποδοχὴν ἀργύριον εἰς ἀνάθημα δημοσίᾳ δίδοσθαι.

τέλος δὲ τῶν τε μηνῶν τὸν Μουνυχιῶνα Δημητριῶνα καὶ τῶν ἡμερῶν τὴν ἕνην καὶ νέαν Δημητριάδα προσηγόρευσαν, καὶ τῶν ἑορτῶν τὰ Διονύσια μετωνόμασαν Δημήτρια. ἐπεσήμηνε δὲ τοῖς πλείστοις τὸ θεῖον. ὁ μὲν γὰρ πέπλος, ᾧπερ ἐψηφίσαντο μετὰ τοῦ Διὸς καὶ τῆς Ἀθηνᾶς προσενυφῆναι Δημήτριον καὶ Ἀντίγονον, πεμπόμενος

30
διὰ τοῦ Κεραμεικοῦ μέσος ἐρράγη θυέλλης ἐμπεσούσης·

περὶ δὲ τοὺς βωμοὺς τοὺς ἐκείνων ἐξήνθησεν ἡ γῆ κύκλῳ πολὺ κώνειον, ἄλλως μηδὲ τῆς χώρας πολλαχοῦ φυόμενον· τῇ δὲ ἡμέρᾳ ᾗ τὰ τῶν Διονυσίων ἐγίνετο, τὴν πομπὴν κατέλυσαν ἰσχυρῶν πάγων γενομένων παρʼ ὥραν. καὶ πάχνης βαθείας ἐπιπεσούσης οὐ μόνον ἀμπέλους καὶ συκᾶς ἁπάσας ἀπέκαυσε τὸ ψῦχος, ἀλλὰ καὶ τοῦ σίτου τὸν πλεῖστον κατέφθειρεν ἐν χλόῃ.

διὸ καὶ Φιλιππίδης ἐχθρὸς ὢν τοῦ Στρατοκλέους ἐν κωμῳδίᾳ πρὸς αὐτὸν ἐποίησε ταῦτα·

  1. δι’ ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,
  2. δι’ ὃν ἀσεβοῦνθʼ ὁ πέπλος ἐρράγη μέσος,
  3. τὰς τῶν θεῶν τιμὰς ποιοῦντʼ ἀνθρωπίνας.
  4. ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.

ἦν δὲ ὁ Φιλιππίδης Λυσιμάχου φίλος, καὶ πολλὰ δι’ αὐτὸν ὁ δῆμος εὖ ἔπαθεν ὑπὸ τοῦ βασιλέως. ἐδόκει δὲ καὶ πρὸς πρᾶξιν αὐτῷ καὶ πρὸς στρατείαν εὐσύμβολος ἀπαντήσας εἶναι καὶ ὀφθείς. ἄλλως δὲ καὶ διὰ τὸ ἦθος εὐδοκίμει, μηθὲν ἐνοχλῶν μηδʼ αὐλικῆς περιεργίας ἀναπιμπλάμενος. φιλοφρονουμένου δέ ποτε τοῦ Λυσιμάχου πρὸς αὐτὸν καὶ εἰπόντος, ὦ Φιλιππίδη, τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον, ἔφη, βασιλεῦ, μὴ τῶν ἀπορρήτων. τοῦτον μὲν

32
οὖν ἐπίτηδες ἐκείνῳ παρεθήκαμεν, τῷ ἀπὸ τοῦ βήματος τὸν ἀπὸ τῆς θυμέλης.