Comparison of Demosthenes and Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

Κικέρων δὲ πολλαχοὺ τῷ

p.212
σκωπτικῷ πρὸς τὸ βωμολόχον ἐκφερόμενος καὶ πράγματα σπονδῆς ἄξια γέλωτι καὶ παίδιᾷ κατειρωνευόμενος ἐν ταῖς δίκαις εἰς τὸ χρειῶδες ἠφείδει τοῦ πρέποντος, ὥσπερ ἐν τῇ Καιλίου[*](Καιλίου Coraës, Bekker, and Graux, after Wyttenbach:Κεκιλίου.) συνηγορίᾳ μηδὲν ἄτοπον ποιεῖν αὐτὸν ἐν τοσαύτῃ τρνφῇ καὶ πολυτελείᾳ ταῖς ἡδοναῖς χρώμενον· τὸ γὰρ ὧν ἔξεστι μὴ μετέχειν, μανικὸν εἶναι, καὶ ταῦτα ἐν ἡδονῇ τὸ εὔδαιμον τῶν ἐπιφανεστάτων φιλοσόφων τιθεμένων.

λέγεται δὲ Κάτωνος Ἠίουρήναν διώκοντος ὐπατεύων ἀπολογείσθαι καὶ πολλὰ διὰ τὸν Κάτωνα κωμωδεὶν τὴν Στωικὴν αἰρεσιν ἐπι ταὶς ἀτοπίαις τῶν παραδόξων λεγομένων δογμάτων γέλωτος δὲ λαμπροὺ κατιόντος ἐκ τῶν περιεστώτων προς τους δικαστάς, ἡσυχῆ διαμειδιάσας ὁ Κάτων προς τοὺς καθήμενους εἰπεὶν ὠς γελοῖον, ὦ ἀνδρες, ἔχομεν ὕπατον.

δοκεῖ δὲ καὶ γέλωτος οἰκεῖος ὁ Κικέρων γεγονέναι καὶ φιλοσκώπτης, τό τε πρόσωπον αὐτοῦ μειδίαμα καὶ γαλήνην παρεῖχε, τῷ δὲ Δημοσθένους ἀεί τις ἐπῆν σπουδή, καὶ τὸ πεφροντικὸς τούτο καὶ σύννουν οὐ ῥᾳδίως ἀπέλειπεν[*](ἀπέλειπεν with Graux and Bekker, after Coraës:ἀπέλιπεν.) ὅθεν καὶ δύσκολον αὐτὸν οἱ ἐχθροὶ καὶ δύστροπον, ὡς αὐτός φησιν, ἀπεκάλουν.