Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἦν δὲ καὶ τὴν ἄλλην περὶ τὸ σῶμα θεραπείαν ἀκριβὴς καὶ περιττός, ὥστε καὶ τρίψεσι καὶ περιπάτοις ἀριθμῷ τεταγμένοις χρῆσθαι. τοῦτον τὸν τρόπον διαπαιδαγωγῶν τὴν ἕξιν ἄνοσον καὶ διαρκῆ πρὸς πολλοὺς καὶ μεγάλους ἀγῶνας καὶ πόνους συνεῖχεν. οἰκίαν δὲ τὴν μὲν πατρῴαν τῷ ἀδελφῷ παρεχώρησεν, αὐτὸς δʼ ᾤκει περὶ τὸ Παλάτιον ὑπὲρ τοῦ μὴ μακρὰν βαδίζοντας

p.102
ἐνοχλεῖσθαι τοὺς θεραπεύοντας αὐτόν.

ἐθεράπευον δὲ καθʼ ἡμέραν ἐπὶ θύρας φοιτῶντες οὐκ ἐλάτονες ἢ Κράσσον ἐπὶ πλούτῳ καὶ Πομπήιον διὰ

paris.1624.865
τὴν ἐν τοῖς στρατεύμασι δύναμιν, θαυμαζομένους μάλιστα Ῥωμαίων καὶ μεγίστους ὄντας. Πομπήιος δὲ καὶ Κικέρωνα ἐθεράπευε, καὶ μεγάλα πρὸς δύναμιν αὐτῷ καὶ δόξαν ἡ Κικέρωνος συνέπραξε πολιτεία.

στρατηγίαν δὲ μετιόντων ἅμα σὺν αὐτῷ πολλῶν καὶ μεγάλων πρῶτος ἁπάντων ἀνηγορεύθη· καὶ τὰς κρίσεις ἔδοξε καθαρῶς καὶ καλῶς βραβεῦσαι. λέγεται δὲ καὶ Λικίννιος Μᾶκερ, ἀνὴρ καὶ καθʼ αὑτὸν ἰσχύων ἐν τῇ πόλει μέγα καὶ Κράσσῳ χρώμενος βοηθῷ, κρινόμενος κλοπῆς ἐπʼ αὐτοῦ,[*](ἐπʼ αὐτοῦ Cobet’s correction of the MS.ὑπʼ αὐτοῦ, adopted by Sintenis2. So Graux with Ma.) τῇ δυνάμει καὶ σπουδῇ πεποιθώς,

ἔτι τὴν ψῆφον τῶν κριτῶν διαφερόντων ἀπαλλαγεὶς οἴκαδε κείρασθαί τε τὴν κεφαλὴν κατὰ τάχος καὶ καθαρὸν ἱμάτιον ὡς νενικηκὼς λαβὼν αὖθις εἰς ἀγορὰν προϊέναι· τοῦ δὲ Κράσσου περὶ τὴν αὔλειον ἀπαντήσαντος αὐτῷ καὶ φράσαντος ὅτι πάσαις ἑάλωκε ταῖς ψήφοις, ἀναστρέψας καὶ κατακλινεὶς ἀποθανεῖν.