Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

τῶν δʼ ἀκρωτηρίων εἰς Ῥώμην κομισθέντων ἔτυχε μὲν ἀρχαιρεσίας τελῶν ὁ Ἀντώνιος, ἀκούσας δὲ καὶ ἰδὼν ἀνεβόησεν ὡς νῦν αἱ προγραφαὶ τέλος ἔχοιεν. τὴν δὲ κεφαλὴν καὶ τάς χεῖρας ἐκέλευσεν ὑπὲρ τῶν ἐμβόλων ἐπὶ τοῦ

p.208
βήματος θεῖναι, θέαμα Ῥωμαίοις φρικτόν, οὐ τὸ Κικέρωνος ὁρᾶν πρόσωπον οἰομένοις, ἀλλὰ τῆς Ἀντωνίου ψυχῆς εἰκόνα.

πλὴν ἕν γέ τι φρονήσας μέτριον ἐν τούτοις Πομπωνίᾳ τῇ Κοΐντου γυναικὶ τὸν Φιλόλογον παρέδωκεν. ἡ δὲ κυρία

paris.1624.886
γενομένη τοῦ σώματος ἄλλαις τε δειναῖς ἐχρήσατο τιμωρίαις, καὶ τάς σάρκας ἀποτέμνοντα τάς αὐτοῦ κατὰ μικρὸν ὀπτᾶν, εἶτʼ ἐσθίειν ἠνάγκασεν. οὕτω γὰρ ἔνιοι τῶν συγγραφέων ἱστορήκασιν ὁ δʼ αὐτοῦ τοῦ Κικέρωνος ἀπελεύθερος Τίρων τὸ παράπαν οὐδὲ μέμνηται τῆς τοῦ Φιλολόγου προδοσίας.

πυνθάνομαι δὲ Καίσαρα χρόνοις πολλοῖς ὕστερον εἰσελθεῖν πρὸς ἕνα τῶν θυγατριδῶν· τὸν δὲ βιβλίον ἔχοντα Κικέρωνος ἐν ταῖς χερσίν ἐκπλαγέντα τῷ ἱματίῳ περικαλύπτειν ἰδόντα δὲ Καίσαρα λαβεῖν καὶ διελθεῖν ἑστῶτα μέρος πολὺ τοῦ βιβλίου, πάλιν δʼ ἀποδιδόντα τῷ μειρακίῳ φάναι λόγιος ἁνὴρ, ὦ παῖ, λόγιος καὶ φιλόπατρις.

ἐπεὶ μέντοι τάχιστα κατεπολέμησεν Ἀντώνιον ὑπατεύων αὐτὸς εἵλετο συνάρχοντα τοῦ Κικέρωνος τὸν υἱόν, ἐφʼ οὗ τάς τʼ εἰκόνας ἡ βουλὴ καθεῖλεν Ἀντωνίου καὶ τάς ἄλλας ἠκύρωσε τιμάς καὶ προσεψηφίσατο μηδενὶ τῶν Ἀντωνίων ὄνομα Μᾶρκον εἶναι, οὕτω τὸ δαιμόνιον εἰς τὸν Κικέρωνος οἶκον ἐπανήνεγκε τὸ τέλος τῆς Ἀντωνίου κολάσεως.