Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

πραττομένων δὲ τούτων ὁ Κικέρων ἦν μὲν ἐν ἀγροῖς ἰδίοις περὶ Τοῦσκλον, ἔχων τὸν

p.202
ἀδελφὸν μεθʼ αὑτοῦ· πυθόμενοι δὲ τὰς προγραφὰς ἔγνωσαν εἷς Ἄστυρα μεταβῆναι, χωρίον παράλιον τοῦ Κικέρωνος, ἐκεῖθεν δὲ πλεῖν εἷς Μακεδονίαν πρὸς Βροῦτον· ἤδη γὰρ ὑπὲρ αὐτοῦ λόγος ἐφοίτα κρατοῦντος, ἐκομίζοντο δʼ ἐν φορείοις ἀπειρηκότες ὑπὸ λύπης· καὶ κατὰ τὴν ὁδὸν ἐφιστάμενοι καὶ τὰ φορεῖα παραβάλλοντες ἀλλήλοις προσωλοφύροντο.

μᾶλλον δʼ ὁ Κόιντος ἠθύμει, καὶ λογισμὸς αὐτὸν εἰσῄει τῆς ἀπορίας· οὐδὲν γὰρ ἔφη λαβεῖν οἴκοθεν, ἀλλὰ καὶ τῷ Κικέρωνι γλίσχρον ἦν ἐφόδιον ἄμεινον οὖν εἶναι τὸν μὲν Κικέρωνα προλαμβάνειν τῇ φυγῇ, αὐτὸν δὲ μεταθεῖν οἴκοθεν συσκευασάμενον. ταῦτʼ ἔδοξε· καὶ περιλαβόντες ἀλλήλους καὶ ἀνακλαυσάμενοι διελύθησαν.

ὁ μὲν οὖν Κόιντος οὐ πολλαῖς ὕστερον ἡμέραις ὑπὸ τῶν οἰκετῶν προδοθεὶς τοῖς ζητοῦσιν ἀνῃρέθη μετὰ τοῦ παιδός. ὁ δὲ Κικέρων εἷς Ἄστυρα κομισθεὶς καὶ πλοῖον εὑρών εὐθὺς ἐνέβη καὶ

paris.1624.885
παρέπλευσεν ἄχρι Κιρκαίου, πνεύματι χρώμενος. ἐκεῖθεν δὲ βουλομένων εὐθὺς αἴρειν τῶν κυβερνητῶν, εἴτε δείσας τὴν θάλασσαν εἴτʼ οὔπω παντάπασι τὴν Καίσαρος ἀπεγνωκὼς πίστιν, ἀπέβη καὶ παρῆλθε πεζῇ σταδίους ἑκατὸν ὡς εἷς Ῥώμην πορευόμενος.

αὖθις δʼ ἀλύων καὶ μεταβαλλόμενος κατῄει πρὸς θάλασσαν εἷς Ἄστυρα. κἀκεῖ διενυκτέρευσεν ἐπὶ δεινῶν καὶ ἀπόρων λογισμῶν, ὥστε καὶ παρελθεῖν εἷς τὴν Καίσαρος οἰκίαν διενοήθη κρύφα καὶ σφάξας ἑαυτὸν ἐπὶ

p.204
τῆς ἑστίας ἀλάστορα προσβαλεῖν. ἀλλὰ καὶ ταύτης αὐτὸν ἀπέκρουσε τῆς ὁδοῦ δέος βασάνων καὶ πολλὰ[*](πολλὰ Graux, after Coraës:τά͂λλα. ) ταραχώδη καὶ παλίντροπα βουλεύματα τῆς γνώμης μεταλαμβάνων παρέδωκε τοῖς οἰκέταις ἑαυτὸν εἷς Καιήτην[*](Καιήτη Coraës and Bekker, after Wyttenbach;Καιήτας Sintenis (in notes), and Graux;Καπίτας MSS.) κατὰ πλοῦν κομίζειν, ἔχων ἐκεῖ χωρία καὶ καταφυγὴν ὥρᾳ θέρους φιλάνθρωπον, ὅταν ἥδιστον οἱ ἐτησίαι καταπνέωσιν.