Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

καί τῶν πρώτων οὐ διημάρτανεν ἐλπίδων τοσοῦτο πλῆθος ἀνθρώπων ὑπὸ χαρᾶς καί πόθου πρὸς τὴν ἀπάντησιν ἐξεχύθη, καὶ σχεδὸν ἡμερήσιον ἀνήλωσαν χρόνον αἱ περὶ τὰς πύλας καί τὴν εἴσοδον αὐτοῦ δεξιώσεις καί φιλοφροσύναι. τῇ δʼ ὑστεραίᾳ βουλὴν συναγαγόντος Ἀντωνίου καί καλοῦντος αὐτόν οὐκ ἦλθεν,

paris.1624.883
ἀλλὰ κατέκειτο μαλακῶς ἔχειν ἐκ τοῦ κόπου σκηπτόμενος.

ἐδόκει δὲ τάληθὲς ἐπιβουλῆς εἶναι φόβος ἔκ τινος ὑποψίας καί μηνύσεως καθʼ ὁδὸν αὐτῷ προσπεσούσης. Ἀντώνιος δὲ χαλεπῶς μὲν εἶχεν ἐπὶ τῇ διαβολῇ καί στρατιώτας ἔπεμψεν ἄγειν αὐτόν ἢ καταπρῆσαι τὴν οἰκίαν κελεύσας, ἐνστάντων δὲ πολλῶν καί δεηθέντων ἐνέχυρα λαβὼν μόνον ἐπαύσατο.

καί τὸ λοιπὸν οὕτως ἀντιπαρεξιόντες ἀτρέμα καί φυλαττόμενοι

p.194
διετέλουν, ἄχρι οὗ Καῖσαρ ὁ νέος ἐξ Ἀπολλωνίας παραγενόμενος τόν τε κλῆρον ἀνεδέξατο τοῦ Καίσαρος ἐκείνου, καί περὶ τῶν δισχιλίων πεντακοσίων μυριάδων ἃς Ἀντώνιος ἐκ τῆς οὐσίας κατεῖχεν, εἰς διαφορὰν κατέστη πρὸς αὐτόν.