Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

γίνεται δὲ καὶ τῶν ἱερέων οὓς Αὔγουρας Ῥωμαῖοι καλοῦσιν, ἀντὶ Κράσσου τοῦ νέου μετὰ τὴν ἐν Πάρθοις αὐτοῦ τελευτήν. εἶτα κλήρῳ λαχὼν τῶν ἐπαρχιῶν Κιλικίαν καὶ στρατὸν ὁπλιτῶν μυρίων καὶ δισχιλίων, ἱππέων δὲ δισχιλίων ἑξακοσίων, ἔπλευσε, προσταχθὲν αὐτῷ καὶ τὰ περὶ Καππαδοκίαν Ἀριοβαρζάνῃ τῷ βασιλεῖ φίλα καὶ πειθήνια παρασχεῖν.

ταῦτα τε δὴ παρεστήσατο καὶ συνήρμοσεν ἀμέμπτως ἄτερ πολέμου, τούς τε Κίλικας ὁρῶν πρός τὸ Παρθικὸν

paris.1624.879
πταῖσμα Ῥωμαίων καὶ τὸν ἐν Συρίᾳ νεωτερισμὸν ἐπηρμένους κατεπράυνεν ἡμέρως ἄρχων, καὶ δῶρα μὲν οὐδὲ τῶν βασιλέων διδόντων ἔλαβε, δείπνων δὲ τούς ἐπαρχικοὺς ἀνῆκεν αὐτὸς δὲ καθʼ ἡμέραν τοὺς χαρίεντας ἀνελάμβανεν ἑστιάσεσιν οὐ πολυτελῶς, ἀλλʼ ἐλευθερίως.

ἡ δʼ οἰκία θυρωρὸν οὐκ εἶχεν, οὐδʼ αὐτὸς ὤφθη κατακείμενος ὑπʼ οὐδενός, ἀλλʼ ἕωθεν ἑστὼς ἢ περιπατῶν πρὸ τοῦ δωματίου τούς ἀσπαζομένους ἐδεξιοῦτο. λέγεται δὲ μήτε

p.174
ῥάβδοις αἰκίσασθαί τινα μήτʼ ἐσθῆτα περισχίσαι μήτε βλασφημίαν ὑπʼ ὀργῆς ἢ ζημίας προσβαλεῖν μεθʼ ὕβρεων.

ἀνευρὼν δὲ πολλὰ τῶν δημοσίων κεκλεμμένα τάς τε πόλεις εὐπόρους ἐποίησε, καὶ τούς ἀποτίνοντας οὐδὲν τούτου πλεῖον παθόντας ἐπιτίμους διεφύλαξεν. ἥψατο δὲ καὶ πολέμου, λῃστὰς τῶν περὶ τὸν Ἀμανὸν οἰκούντων τρεψάμενος· ἐφʼ ᾧ καὶ αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνηγορεύθη.