Cicero

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

χαλεπὴ δὲ τὸν τρόπον οὖσα καί τοῦ Κικέρωνος ἄρχουσα παρώξυνε τῷ Κλωδίῳ συνεπιθέσθαι καί καταμαρτυρῆσαι. κατεμαρτύρουν δὲ τοῦ Κλωδίου πολλοὶ τῶν καλῶν κάγαθῶν ἀνδρῶν ἐπιορκίας, ῥᾳδιουργίας, ὄχλων δεκασμούς, φθορὰς γυναικῶν. Λεύκολλος δὲ καί θεραπαινίδας παρεῖχεν ὡς συγγένοιτο τῇ νεωτάτῃ τῶν ἀδελφῶν ὁ Κλώδιος, ὅτε Λευκούλλῳ συνῴκει.

πολλὴ δʼ ἦν δόξα καί ταῖς ἄλλαις δυσὶν ἀδελφαῖς πλησιάζειν τὸν Κλώδιον, ὧν Τερτίαν μέν Μάρκιος ὁ Ῥήξ, Κλωδίαν δὲ Μέτελλος ὁ Κέλερ εἶχεν, ἣν Κουαδρανταρίαν[*](Κουαδραντίαν Sintenis with the MSS.;Κουαδρανταρίαν Bekker, after Xylander and Du Soul (cf. Cic. pro Cael. 26, 62, mulier quadrantaria).) ἐκάλουν, ὅτι τῶν ἐραστῶν τις αὐτῇ χαλκοῦς ἐμβαλὼν εἰς βαλάντιον ὡς ἀργύριον εἰσέπεμψε· τὸ δὲ λεπτότατον τοῦ χαλκοῦ νομίσματος κουαδράντην ἐκάλουν. ἐπὶ ταύτῃ μάλιστα τῶν ἀδελφῶν κακῶς ἤκουσεν ὁ Κλώδιος.

οὐ μὴν ἀλλὰ τότε τοῦ δήμου πρὸς τοὺς καταμαρτυροῦντας αὐτοῦ καί συνεστῶτας ἀντιταττομένου

p.156
φοβηθέντες οἱ δικασταὶ φυλακὴν περιεστήσαντο, καί τὰς δέλτους οἱ πλεῖστοι συγκεχυμένοις τοῖς γράμμασιν ἤνεγκαν. ὅμως δὲ πλείονες ἔδοξαν οἱ ἀπολύοντες γενέσθαι· καί τις ἐλέχθη καί δεκασμὸς διελθεῖν.

ὅθεν ὁ μέν Κάτλος ἀπαντήσας τοῖς κριταῖς, ὑμεῖς, εἶπεν, ὡς ἀληθῶς ὑπὲρ ἀσφαλείας ᾐτήσασθε τὴν φυλακήν, φοβούμενοι μή τις ὑμῶν ἀφέληται τὸ ἀργύριον. Κικέρων δὲ τοῦ Κλωδίου πρὸς αὐτὸν λέγοντος ὅτι μαρτυρῶν οὐκ ἔσχε πίστιν παρὰ τοῖς δικασταῖς, ἀλλʼ ἐμοὶ μέν, εἶπεν, οἱ πέντε καί εἴκοσι τῶν δικαστῶν ἐπίστευσαν τοσοῦτοι γάρ σου κατεψηφίσαντο· σοὶ δὲ τριάκοντα οὐκ ἐπίστευσαν οὐ γὰρ πρότερον ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον.

ὁ μέντοι Καῖσαρ οὐ κατεμαρτύρησε κληθεὶς ἐπὶ τὸν Κλώδιον, οὐδʼ ἔφη μοιχείαν κατεγνωκέναι τῆς γυναικός, ἀφεικέναι δʼ αὐτὴν ὅτι τὸν Καίσαρος ἔδει γάμον οὐ πράξεως αἰσχρᾶς μόνον, ἀλλὰ καί φήμης καθαρὸν εἶναι.