Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

οὐ μὴν ἀλλὰ καὶ τάς πρὸς τοὺς ἐκτὸς ἐντεύξεις καὶ λόγους καὶ ἀσχολίας ὑποθέσεις ἐποιεῖτο καὶ ἀφορμὰς τοῦ φιλοπονεῖν. ἀπαλλαγεὶς γὰρ αὐτῶν τάχιστα κατέβαινεν εἰς τὸ μελετητήριον, καὶ διεξῄει τάς τε πράξεις ἐφεξῆς καὶ τοὺς ὑπὲρ αὐτῶν ἀπολογισμούς,

ἔτι δὲ τοὺς λόγους οἷς παρέτυχε λεγομένοις, ἀναλαμβάνων εἰς ἑαυτὸν εἰς γνώμας ἀνῆγε καὶ περιόδους, ἐπανορθώσεις τε παντοδαπὰς καὶ μεταφράσεις ἐκαινοτόμει τῶν εἰρημένων ὑφʼ ἑτέρου πρὸς ἑαυτὸν ἢ ὑφʼ αὐτοῦ πάλιν πρὸς ἄλλον, ἐκ τούτου δόξαν εἶχεν ὡς οὐκ εὐφυὴς ὤν, ἀλλʼ ἐκ πόνου συγκειμένῃ δεινότητι καὶ δυνάμει χρώμενος.

ἐδόκει τε τούτου σημεῖον εἶναι μέγα τὸ μὴ ῥᾳδίως ἀκοῦσαί τινα Δημοσθένους ἐπὶ καιροῦ λέγοντος, ἀλλὰ καὶ καθήμενον ἐν ἐκκλησίᾳ πολλάκις τοῦ δήμου καλοῦντος ὀνομαστὶ μὴ παρελθεῖν, εἰ μὴ τύχοι πεφροντικὼς καὶ παρεσκευασμένος. εἰς τοῦτο δὲ ἄλλοι τε πολλοὶ τῶν δημαγωγῶν ἐχλεύαζον αὐτόν, καὶ Πυθέας ἐπισκώπτων ἐλλυχνίων

p.20
ἔφησεν ὄζειν αὐτοῦ τὰ ἐνθυμήματα.

τοῦτον μὲν οὖν ἠμείψατο πικρῶς ὁ Δημοσθένης· οὐ ταὐτά γὰρ, εἶπεν, ἐμοὶ καὶ σοὶ, ὦ Πυθέα, ὁ λύχνος σύνοιδε. πρὸς δὲ τοὺς ἄλλους οὐ παντάπασιν ἦν ἔξαρνος, ἀλλʼ οὔτε γράψας οὔτʼ ἄγραφα κομιδῇ λέγειν ὡμολόγει. καὶ μέντοι δημοτικὸν ἀπέφαινεν ἄνδρα τὸν λέγειν μελετῶντα· θεραπείας γὰρ εἶναι τοῦτο δήμου παρασκευήν, τὸ δʼ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ καὶ βίᾳ, μᾶλλον ἢ πειθοῖ προσέχοντος.

τῆς δὲ πρὸς καιρὸν ἀτολμίας αὐτοῦ καὶ τοῦτο ποιοῦνται σημεῖον, ὅτι Δημάδης μὲν ἐκείνῳ θορυβηθέντι πολλάκις ἀναστὰς ἐκ προχείρου συνεῖπεν, ἐκεῖνος δʼ οὐδέποτε Δημάδῃ.