Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ὁ δʼ Ἀργᾶς καὶ τοῦτο γάρ φασι τῷ Δημοσθένει γενέσθαι παρώνυμον ἢ πρὸς τὸν τρόπον, ὡς θηριώδη καὶ πικρὸν ἐτέθη· τὸν γὰρ ὄφιν ἔνιοι τῶν ποιητῶν ἀργᾶν ὀνομάζουσιν ἢ πρὸς τὸν λόγον, ὡς ἀνιῶντα τοὺς ἀκροωμένους· καὶ γὰρ Ἀργᾶς τοὔνομα ποιητὴς ἦν νόμων πονηρῶν καὶ ἀργαλέων. καὶ ταῦτα μὲν ταύτῃ.[*](After these words Bekker retains theκατὰ Πλάτωνα which Coraës, Sintenis, and Graux, after Wyttenbach, reject as a gloss. Cf. Plato, Symposium, p. 220, c.)

τῆς δὲ πρὸς τοὺς λόγους ὁρμῆς ἀρχὴν αὐτῷ φασι τοιαύτην γενέσθαι. Καλλιστράτου τοῦ ῥήτορος ἀγωνίζεσθαι τὴν περὶ Ὠρωποῦ κρίσιν ἐν

paris.1624.848
τῷ δικαστηρίῳ μέλλοντος ἦν προσδοκία τῆς δίκης μεγάλη διά τε τὴν τοῦ ῥήτορος δύναμιν, ἀνθοῦντος τότε μάλιστα τῇ δόξῃ, καί διά τὴν πρᾶξιν οὖσαν περιβόητον.

ἀκούσας οὖν ὁ Δημοσθένης τῶν διδασκάλων καί τῶν παιδαγωγῶν συντιθεμένων τῇ δίκῃ παρατυχεῖν, ἔπεισε τὸν ἑαυτοῦ παιδαγωγὸν δεόμενος καί προθυμούμενος ὅπως αὑτὸν

p.12
ἀγάγοι πρὸς τὴν ἀκρόασιν. ὁ δʼ ἔχων πρὸς τοὺς ἀνοίγοντας τὰ δικαστήρια δημοσίους συνήθειαν, εὐπόρησε χώρας ἐν ᾗ καθήμενος ὁ παῖς ἀδήλως ἀκούσεται τῶν λεγομένων.

εὐημερήσαντος δὲ τοῦ Καλλιστράτου καί θαυμασθέντος ὑπερφυῶς, ἐκείνου μὲν ἐζήλωσε τὴν δόξαν, ὁρῶν προπεμπόμενον ὑπὸ τῶν πολλῶν καί μακαριζόμενον, τοῦ δὲ λόγου μᾶλλον ἐθαύμασε καί κατενόησε τὴν ἰσχὺν ὡς πάντα[*](ὡς πάντα Graux with Ma:πάντα ) χειροῦσθαι καί τιθασεύειν πεφυκότος. ὅθεν ἐάσας τὰ λοιπὰ μαθήματα καί τὰς παιδικὰς διατριβάς, αὐτὸς αὑτὸν ἤσκει καί διεπόνει ταῖς μελέταις, ὡς ἂν τῶν λεγόντων ἐσόμενος καί αὐτός.