Demosthenes

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. VII. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.

ἔγνω μὲν οὖν κρύφα τὴν τοῦ Φιλίππου τελευτὴν ὁ Δημοσθένης, προκαταλαμβάνων δὲ τὸ θαρρεῖν ἐπὶ τὰ μέλλοντα τοὺς Ἀθηναίους, προῆλθε φαιδρὸς εἰς τὴν βουλήν ὡς ὄναρ ἑωρακὼς ἀφʼ οὗ τι μέγα προσδοκᾶν Ἀθηναίοις ἀγαθόν καὶ μετʼ οὐ πολὺ παρῆσαν οἱ τὸν

p.52
Φιλίππου θάνατον ἀπαγγέλλοντες. εὐθὺς οὖν ἔθυον εὐαγγέλια καὶ στεφανοῦν ἐψηφίσαντο Παυσανίαν.

καὶ προῆλθεν ὁ Δημοσθένης ἔχων λαμπρὸν ἱμάτιον ἐστεφανωμένος, ἑβδόμην ἡμέραν τῆς θυγατρὸς αὐτοῦ τεθνηκυίας, ὡς ὁ Αἰσχίνης φησί λοιδορῶν ἐπὶ τούτῳ καὶ κατηγορῶν αὐτοῦ μισοτεκνίαν, αὐτὸς ὢν ἀγεννὴς καὶ μαλακός, εἰ τὰ πένθη καὶ τοὺς ὀδυρμοὺς ἡμέρου καὶ φιλοστόργου ψυχῆς ἐποιεῖτο σημεῖα, τὸ δὲ ἀλύπως φέρειν ταῦτα καὶ πρᾴως ἀπεδοκίμαζεν.

ἐγὼ δʼ, ὡς μὲν ἐπὶ θανάτῳ βασιλέως ἡμέρως οὕτω καὶ φιλανθρώπως ἐν οἷς ηὐτύχησε χρησαμένου πταίσασιν αὐτοῖς στεφανηφορεῖν καλῶς εἶχε καὶ θύειν, οὐκ ἄν εἴποιμι· πρὸς γὰρ τῷ νεμεσητῷ καὶ ἀγεννές, ζῶντα μὲν τιμᾶν καὶ ποιεῖσθαι πολίτην, πεσόντος δʼ ὑφʼ ἑτέρου μὴ

paris.1624.856
φέρειν τὴν χαρὰν μετρίως, ἀλλʼ ἐπισκιρτᾶν τῷ νεκρῷ καὶ παιωνίζειν, ὥσπερ αὐτοὺς ἀνδραγαθήσαντας·